Vita Porphyrii episcopi Gazensis ΜΗΝΙ ΦΕΥΡΟΥΑΡΙΩ ˉˉΚˉϛ ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ 1 Τῶν ἁγίων ἀνδρῶν τοὺς ἄθλους καὶ τὸν θεϊκὸν αὐτῶν ζῆλόν τε καὶ πόθον καλόν ἐστι τοῖς ὀφθαλμοῖς θεωρεῖν (ὁρώμενα γὰρ ἀξιοφίλητα γίνεται), φέρει δὲ ὅμως ὠφέλειαν οὐ μετρίαν καὶ τὰ διηγήματα παρὰ τῶν ἀκριβῶς εἰδότων ταῖς ψυχαῖς τῶν ἀκουόντων ὑπεισερχόμενα. Πιστοτέρα μὲν ἀκοῆς ἡ θέα, πείθει δὲ καὶ ἀκοὴν ἐὰν ὑπὸ ἀξιοπίστων εἴη τὰ λεγόμενα. Εἰ μὲν οὖν ἀρᾳδιούργητος ἔμενεν ἡ τῶν ὠφελίμων διήγησις καὶ μὴ τῇ ἀληθείᾳ τὸ ψεῦδος ἐνεσπείρετο, περιττὸν ἦν τὸ σύγγραμμα τῶν τοιούτων, ἱκανῆς οὔσης καὶ πρὸς οἰκοδομὴν τῆς ἀληθείας ἐκ διαδοχῆς ἀεὶ ἐνσπειρομένης ταῖς ἀκοαῖς τῶν ἐπιγινομένων ἀνθρώπων· ἐπειδὴ δὲ ὁ χρόνος παραφθείρει, εἴτε διὰ τῆς λήθης εἴτε διὰ τῆς ῥᾳδιουργίας, ἀναγκαίως ἐπὶ τὸ παρὸν σύγγραμμα ἐλήλυθα, ἵνα μὴ τῷ μακρῷ χρόνῳ λήθη τις γένηται τοιούτου ἁγίου ἀνδρός, λέγω δὴ Πορφυρίου τοῦ ὁσίου. Τὸ γὰρ μνημονεῦσαι τῶν αὐτοῦ κατορθωμάτων φάρμακον ἀλεξητήριον γίνεται τοῖς ἀκούουσιν. 2 Ἄτοπον γάρ ἐστι ποιητὰς τραγῳδοποιοὺς καὶ ἄλλους τοιούτους συγγραφέας τὸ] εἰς γέλωτα καὶ γραώδεις μύθους καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιιδεῖν λήθῃ παραδιδομένους ἁγίους ἄνδρας καὶ ἀξιομνημονεύτους. Ποίαν γὰρ οὐκ ἂν δικαίως παράσχω δίκην μὴ παραδιδοὺς συγγραφῇ βίον τοιούτου θεοφιλοῦς ἀνδρός, βίον, φιλοσοφίας διδάσκαλον, τοῦ τὴν ἐν οὐρανῷ πολιτείαν ἐζηλωκότος; Πολέμους τε αὐτοῦ καὶ ἀντιστάσεις ἱστορήσωμεν οὐ μόνον πρὸς τοὺς τῆς εἰδωλομανίας ἀρχηγούς τε καὶ προμάχους, ἀλλὰ καὶ πρὸς δῆμον ὁλόκληρον πάσης πεπληρωμένον ἀνοίας. Ἐμνημόνευε γὰρ τῶν τοῦ μακαρίου Ἀποστόλου ῥητῶν δι' ὧν φησιν· «Ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Ταύτην τὴν πανοπλίαν ἐνδυσάμενος, εἰς τοὺς ἀγῶνας εἰσῆλθεν ὁ εἰρημένος Ἀπόστολος· ἀλλὰ καὶ τοιούτους καὶ τηλικούτους ἔχων τοὺς ἀντιπάλους, ὁ τὴν ὁμοίαν ἅμιλλαν κεκτημένος τῷ Ἀποστόλῳ Πορφύριος, ἴσην καὶ τὴν νίκην ἀνεδήσατο, καὶ τρόπαιον ἤγειρεν εἰς τὸ μέσον τῆς Γαζαίων τὴν νυνὶ κτισθεῖσαν ὑπ' αὐτοῦ ἁγίαν τοῦ Χριστοῦ ἐκκλησίαν. Παρεῖχεν δὲ αὐτῷ τὴν νίκην οὐχ ἡ ἀνθρωπεία φύσις, ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη· ἐραστὴς γὰρ θερμότατος γενόμενος τοῦ Χριστοῦ, πάντα παθεῖν καὶ δρᾶσαι ἠνέσχετο. Πόσας γὰρ πολέμων προσβολὰς ὁ τοιοῦτος ἀνὴρ ὑπὸ τῶν δι' ἐναντίας ἐδέξατο, πόσας συσκευὰς καὶ μυκτηρισμοὺς ὑπέμεινεν. 3 Ἀλλ' ἐπειδὴ πάντα τὰ κατὰ τὸν ἀοίδιμον ἄνδρα οὐ δυνατὸν ἐξειπεῖν, πολλά τε ὄντα καὶ τοῖς πολλοῖς δοκοῦντα εἶναι ἄπιστα, βραχέα ἐκθήσομαι ἅτινα καὶ ἐμνημόνευσα συνοικήσας αὐτῷ πλεῖστον χρόνον καὶ ἀπολαύσας τῆς μακαρίας καὶ φοβερᾶς ἐκείνης ψυχῆς τῆς μετ' ἀγγέλων συμπολιτευομένης. Τοῦτον οὖν τὸν πᾶν εἶδος ἀρετῆς εἰληφότα, τίς οὐκ ἂν δικαίως ἐπαινέσειεν; Οἶδα μὲν οὖν ὡς τῆς ἀρετῆς τοιούτου ἀνδρὸς οὐδεὶς ἂν ἐφίκοιτο λόγος· ὅμως γε ἐγχειρητέον, θαρροῦντός μου ταῖς ἁγίαις αὐτοῦ εὐχαῖς. Συγγράψω δὲ τὴν ἐκείνου εὐφημίαν οὐ κομπῷ λόγῳ· οὔτε γὰρ ἡ καλλιλεξία τὸν βίον τῶν τοιούτων κοσμεῖν εἴωθεν, ἀλλ' ἡ ἀρετὴ τῶν ἔργων καὶ αὐτὴν τὴν φράσιν μεγαλύνει. Ὅθεν κἀγὼ θαρρῶν εἰς τὰς ἁγίας εὐχὰς τοῦ εἰρημένου ἀνδρείου ἀνδρὸς προσέρχομαι τῷδε τῷ συγγράμματι, αἰτούμενος δι' αὐτῶν τὴν παρὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ χάριν τε καὶ βοήθειαν εἰς τὸ δυνηθῆναι, οἵᾳ δήποτε προφάσει, τὴν ἀρετὴν τοῦ ἁγίου ἀνδρὸς διηγήσασθαι. Αἰτῶ δὲ τοὺς ἐντυγχάνοντας τῷδε τῷ συγγράμματι μὴ ἀπιστεῖν τοῖς λεγομένοις· αὐτόπτης γὰρ τῆς     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 1 ἀρετῆς τοῦ ἀνδρὸς ἐγενόμην, συνοικήσας καὶ συμπλεύσας καὶ συγκακουχηθεὶς αὐτῷ ἕως τῆς τελευταίας ἡμέρας τῆς ἐνθάδε αὐτοῦ ζωῆς. Ἔνθεν δὲ ἀρχή μοι γένηται τοῦ τῆς διηγήσεως λόγου. 4 Γάζα πόλις ἐστὶν τῆς Παλαιστίνης ἐν μεθορίῳ τῆς Αἰγύπτου ὑπάρχουσα, οὐκ ἄσημος δὲ αὕτη τυγχάνουσα, ἀλλὰ καὶ πολύανδρος καὶ τῶν ἐμφανῶν πόλεων οὖσα· ἤκμαζεν δὲ ἐν αὐτῇ κατ' ἐκεῖνο καιροῦ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία. Ταύτης τὴν ἱερωσύνην ἀπεδέξατο ὁ παρ' ἡμῶν εὐφημούμενος Πορφύριος, πατρίδα μὲν ἐσχηκὼς τὴν ἐπουράνιον Ἱερουσαλήμ (εἰς ταύτην γὰρ καὶ ἀπεγράψατο), τὴν δὲ ἐπίγειον τὴν Θεσσαλονικέων. Γένος δὲ ἦν αὐτοῦ ἐπίσημον. Τούτῳ θεῖος ἔρως ὑπεισῆλθεν καταλεῖψαι πατρίδα καὶ λαμπρότητα γένους καὶ πλοῦτον ἄπειρον καὶ ἀσπάσασθαι τὸν μονήρη βίον, καὶ πλεύσας ἐκ τῆς Θεσσαλονικέων, καταλαμβάνει τὴν Αἴγυπτον. Εὐθέως δὲ ὥρμησεν ἐπὶ τὴν Σκήτην καὶ ἀξιοῦται μετ' ὀλίγας ἡμέρας τοῦ τιμίου προσχήματος. Καὶ συνδιατρίψας ἐκεῖ τοῖς ἁγίοις πατράσι πενταετῆ χρόνον, πάλιν ἄλλος θεῖος ἔρως αὐτῷ ὑπεισῆλθεν προσκυνῆσαι τοὺς ἁγίους καὶ σεβασμίους τοῦ θεοῦ τόπους, καὶ γενόμενος ἐκεῖσε καὶ προσκυνήσας, ἀπελθὼν εἰς τὰ μέρη τοῦ Ἰορδάνου οἴκησεν ἐν σπηλαίῳ, ὁμοίως κἀκεῖ διατρίψας ἔτη πέντε μετὰ πολλῆς κακουχίας. Ἐκ δὲ τῆς πολλῆς ξηρότητος καὶ ἀνωμαλίας τῶν τόπων ἐκείνων περιέπεσεν μεγάλῃ νόσῳ. Ὁρῶν δὲ ἑαυτὸν ἐν ἐσχάτῳ κινδύνῳ, κατ' οἰκονομίαν παρακαλεῖ τινα τῶν γνωρίμων ἀναλαβεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα· τὸ δὲ πάθος ἦν ἥπατος σκίρωμα μετὰ πυρετοῦ συνεχοῦς λεπτοτάτου. Τοῦ γοῦν τοιούτου πάθους ἐπικρατοῦντος καὶ νύττοντος ἀπαύστως τὰ ἐνδόσθια καὶ τοῦ σώματος τηκομένου, αὐτὸς οὐκ ἐπαύετο καθ' ἡμέραν περιερχόμενος τοὺς ἁγίους τόπους κεκυφὼς καὶ μὴ ἰσχύων ἀνορθῶσαι τὴν ἑαυτοῦ ἡλικίαν, ἀλλὰ ῥάβδῳ ἐπερειδόμενος. 5 Κατ' ἐκεῖνον δὲ τὸν καιρόν, συνέβη κἀμὲ ἐκ τῆς Ἀσίας καταπλεῦσαι χάριν τοῦ προσκυνῆσαι τοὺς σεβασμίους τόπους, καὶ γενόμενος ἐν αὐτοῖς διέτριψα πολὺν χρόνον, τρεφόμενος ἐκ τοῦ ἐμοῦ ἐργοχείρου· εἶχον γὰρ τὴν τοῦ καλλιγράφου τέχνην. Θεωρῶν δὲ τὸν ὅσιον πορευόμενον συνεχῶς εἰς τὴν τοῦ Χριστοῦ Ἀνάστασιν καὶ εἰς τὰ ἄλλα εὐκτήρια, ἐθαύμαζον ὅτι ἐν τοσαύτῃ ἀσθενείᾳ σώματος οὐκ ὀκνεῖ οὕτως σκύλλεσθαι. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν συναντήσας αὐτῷ ἐν τοῖς ἀναβαθμοῖς τοῦ μαρτυρίου τοῦ κτισθέντος ὑπὸ τοῦ μακαριωτάτου Κωνσταντίνου τοῦ βασιλέως, μὴ δυνάμενον τῷ ποδὶ προσβῆναι, δραμὼν δὲ καὶ προτείνας αὐτῷ τὴν ἐμὴν χεῖρα, παρεκάλουν αὐτὸν ταύτῃ ἐπερείδεσθαι καὶ ἀναβαίνειν τοὺς ἀναβαθμούς. Ὃ δὲ οὐκ ἤθελεν λέγων· Οὐκ ἔστιν δίκαιον ἐμὲ τὸν πορευόμενον αἰτῆσαι συγχώρησιν ἁμαρτιῶν ἐπερείδεσθαι ταῖς χερσὶν ἄλλου· ἀλλ' ἔασον, ἀδελφέ, τὸν θεὸν ἰδεῖν τὸν κόπον μου, ἵνα κατὰ τὴν ἄφατον αὐτοῦ εὐσπλαγχνίαν κἀμὲ ἐλεήσῃ. Ἐπορεύετο οὖν καὶ τῶν θείων λογίων ἠκροᾶτο τοῖς διδασκάλοις ὑποτιθεὶς τὰ ὦτα, καὶ τῆς μυστικῆς τραπέζης ἀεὶ μεταλαμβάνων, ἐπανήρχετο εἰς τὸ καταγώγιον τὸ ἑαυτοῦ. Ὁποῖον μὲν βίον ἔζη δῆλον ἦν. Τοῦ γὰρ πάθους τοσοῦτον κατεφρόνει ὡς νομίζειν αὐτὸν ἐν ἀλλοτρίῳ σώματι τὴν νόσον ἔχειν· ἡ γὰρ τοῦ θεοῦ ἐλπὶς ταύτην ἐξ αὐτοῦ ἀπεφόρτου. 6 Τοῦτο δὲ μόνον αὐτὸν ἐλύπει καὶ ἔδακνεν τὸ διαμεῖναι τὴν περιουσίαν καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν λόγον διαπραθῆναι καὶ διανεμηθῆναι τοῖς πτωχοῖς. Αἴτιον δὲ τούτου τοῦ ἐμποδισμοῦ γέγονεν τὸ εἶναι τοὺς ἀδελφοὺς αὐτοῦ παῖδας τυγχάνοντας ἡνίκα ἐξεδήμησεν τῆς ἰδίας πατρίδος. Ἀνιώμενος οὖν ἐπὶ τούτῳ, αἰτεῖ με ἤδη συνήθη αὐτῷ ὄντα (ἐξυπηρετούμην γὰρ αὐτῷ διὰ τὴν αὐτοῦ ἀσθένειαν) πλεῦσαι εἰς Θεσσαλονίκην καὶ διανεῖμαι τὴν οὐσίαν μετὰ τῶν αὐτοῦ ἀδελφῶν, καὶ δούς μοι βιβλίον ἐντολῆς καὶ παραθέμενός με τῷ κυρίῳ ἀπέλυσεν, παρασχὼν ἐλάχιστα δαπανήματα· οὔτε γὰρ ηὐπόρει τότε. Εὐθέως δὲ κατελθὼν εἰς Ἀσκάλωνα καὶ εὑρὼν πλοῖον ἀνήχθην, καὶ δι' ἡμερῶν δέκα τριῶν εὐπλοήσαντες, ἐγενόμεθα εἰς     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 2 Θεσσαλονίκην, καὶ ἐμφανίσας τὴν ἔγγραφον ἐντολήν, διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελφῶν. ∆ιαπέπρακα δὲ αὐτοῖς τὰ λαχόντα μοι κτήματα χρυσῶν τρισχιλίων, τὰ δὲ ἐσθήματα καὶ ἀργυρώματα ἤγαγον μεθ' ἑαυτοῦ καὶ ἄλλους χρυσοῦς χιλίους τετρακοσίους, καὶ συναγαγὼν πάντα διὰ μηνῶν τριῶν, ἐπανέπλευσα φθάσας δι' ἡμερῶν δέκα δύο εἰς τὸ ἐμπορεῖον Ἀσκάλωνος, κἀκεῖθεν μισθωσάμενος κτήνη καὶ ταῦτα φορτώσας, ἀνῆλθον εἰς τὴν ἁγίαν πόλιν. Εὐθέως δὲ ὡς ἐθεάσατό με ὁ τρισμακάριος, περιεπτύξατό με μετὰ χαρᾶς καὶ δακρύων (δύναται καὶ χαρὰ κινῆσαι δάκρυον), ἐγὼ δὲ αὐτὸν οὐκ ἔγνων· εἶχεν γὰρ τὸ σῶμα ἐρρωμένον σφόδρα καὶ τὴν ὄψιν ἐρυθράν. Ἀνεκύλιον δὲ τοὺς ἐμοὺς ὀφθαλμοὺς πυκνῶς αὐτῷ ἐνορῶν. 7 Αὐτὸς δὲ νοήσας καὶ ὑπομειδιάσας χαριεντῶς ἔφη· Μὴ θαυμάσῃς, ἀδελφὲ Μάρκε, ὁρῶν με ὑγιῆ καὶ ἐρρωμένον, ἀλλὰ μάθε τὴν αἰτίαν τῆς ὑγείας καὶ τότε ὑπερθαύμασον τὴν ἄφατον φιλανθρωπίαν τοῦ Χριστοῦ, πῶς τὰ ἀπελπισμένα τοῖς ἀνθρώποις παρ' αὐτῷ εὐδιόρθωτα τυγχάνει. Ἐγὼ δὲ παρεκάλουν αὐτὸν εἰπεῖν μοι τὴν αἰτίαν τῆς ὑγείας καὶ πῶς τοιοῦτον πάθος περιέγραψεν. Ὃ δέ μοι ἀπεκρίνατο· Πρὸ ἡμερῶν περί που τεσσαράκοντα, ἐμοῦ ὄντος ἐν τῇ ἀγρυπνίᾳ τῆς ἁγίας κυριακῆς, κατέσχεν με ἄφατος ὀδύνη τοῦ ἥπατος, καὶ μὴ φέρων τὴν ἀλγηδόνα, ἀπελθὼν ἀνεκλίθην πλησίον τοῦ ἁγίου κρανίου, καὶ ἐκ τῆς πολλῆς ὀδύνης ἐγενόμην ὡς ἐν ἐκστάσει, καὶ ὁρῶ τὸν σωτῆρα καθηλωμένον ἐν σταυρῷ καὶ ἕνα τῶν λῃστῶν σὺν αὐτῷ κρεμάμενον ἐν ἄλλῳ σταυρῷ, καὶ ἄρχομαι κράζειν καὶ λέγειν τὴν φωνὴν τοῦ λῃστοῦ· «Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου». Καὶ ἀποκριθεὶς ὁ σωτὴρ λέγει τῷ κρεμαμένῳ λῃστῇ· Κάτελθε ἐκ τοῦ σταυροῦ καὶ σῶσον ἐκεῖνον τὸν ἀνακείμενον ὥσπερ καὶ σὺ ἐσώθης. Καὶ κατελθὼν ὁ λῃστὴς ἐκ τοῦ σταυροῦ περιέλαβέν με καὶ κατεφίλησεν, καὶ προτείνας τὴν δεξιὰν ἀνέστησέν με λέγων· Ἐλθὲ πρὸς τὸν σωτῆρα. Καὶ εὐθέως ἀνέστην καὶ ἔδραμον πρὸς αὐτόν, καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ σταυροῦ καὶ λέγοντά μοι· Λάβε τὸ ξύλον τοῦτο καὶ φύλαξον. Καὶ λαβὼν τὸ αὐτὸ τίμιον ξύλον καὶ βαστάσας, εὐθέως ἦλθον εἰς ἐμαυτὸν ἀπὸ τῆς ἐκστάσεως, καὶ ἐξ αὐτῆς τῆς ὥρας οὐκέτι μοι ὀδύνη ἐγένετο, οὐδὲ ὁ τόπος τοῦ πάθους δῆλός ἐστιν. 8 Ἐγὼ δὲ ταῦτα ἀκούσας, ὑπερεθαύμασα καὶ ἐδόξασα τὸν θεὸν τὸν ἀεὶ ἔλεος ποιοῦντα τοῖς ἐπικαλουμένοις αὐτόν, πολλῷ δὲ πλέον τοῖς γνησίως καὶ εἰλικρινῶς δεομένοις αὐτόν. Ἐξ ἐκείνου δὲ περισσότερον οἰκοδομήθην εἰς τὸν ἄνδρα (ὄντως γὰρ αὐτὸν εἶχον δοῦλον θεοῦ), καὶ ἀποκαταστήσας αὐτῷ πάντα ὅσα ἐνήνοχα, ἔμεινα παρ' αὐτῷ ἐξυπηρετούμενος αὐτῷ καὶ ἀπολαύων τῶν πνευματικῶν αὐτοῦ λόγων· ὄντως γὰρ ἦν ἄμεμπτος ἄνθρωπος, πραότατος, ἐλεήμων, ἔχων καὶ τὸ διακριτικὸν τῆς θείας γραφῆς καὶ διαλύων τὰ ἐν αὐτῇ ἀπορούμενα εἰ καί τις ἄλλος (ἀλλ' οὐδὲ τῆς ἔξωθεν παιδείας ἦν ἄμοιρος), ἀπαντῶν καὶ ἀποστομίζων ἀπίστους καὶ κακοπίστους, φιλόπτωχος, συμπαθητικός, ἐγγὺς ἔχων τὸ δάκρυον, γέροντας τιμῶν ὡς πατέρας, νεωτέρους ὡς ἀδελφούς, παιδία ὡς τέκνα, ἤπιον καὶ ταπεινὸν ἔχων τὸ ἦθος καὶ τὸν λόγον, οὐκ ἐν προσποιήσει ἀλλ' ἀληθείᾳ (οὔτε γὰρ ἦν δόλος ἐν αὐτῷ), σωφρονέστατος ὡς αὐτὸν φθάσαι τὴν τελείαν ἀπάθειαν, ἀόργητος, ἀμνησίκακος, μὴ συγχωρῶν τὸν ἥλιον δῦναι ἐπὶ τῷ παροργισμῷ αὐτοῦ, πάντα ἔχων τὰ πάθη νεκρά, πλὴν τοῦ θυμοῦ ὃν ἐκίνει κατὰ τῶν ἐχθρῶν τῆς πίστεως. 9 Λαβὼν δὲ παρ' ἐμοῦ τὰ χρήματα καὶ τὰ ἄλλα ἃ ἤνεγκα, καὶ πωλήσας τά τε ἐσθήματα καὶ ποιήσας τὸ πλεῖστον τοῦ ἀργύρου τίμια σκεύη, τὰ λοιπὰ εἴσω ὀλίγου χρόνου δέδωκεν τοῖς δεομένοις, οὐ μόνον ἐν τῇ ἁγίᾳ πόλει, ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι καὶ κώμαις καὶ μοναστηρίοις, μάλιστα τοῖς οὖσιν ἐν Αἰγύπτῳ· πολὺ γὰρ ἦν πτωχὰ τὰ ἐκεῖσε μοναστήρια. Ἀλλὰ καὶ τοῖς ξένοις τοῖς ἐνδημοῦσιν δεύτερος Ἀβραὰμ ἐγένετο. Ὅθεν διὰ βραχυτάτου χρόνου πᾶσαν τὴν περιουσίαν αὐτοῦ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 3 διέδωκεν, ὡς αὐτὸν δεηθῆναι τῆς ἐφημέρου τροφῆς. Ἐπέδωκεν οὖν ἑαυτὸν εἰς τὴν τοῦ σκυτοτόμου τέχνην, πλύνων βύρσας καὶ ῥάπτων, εἰς πάντα μιμησάμενος τὸν θεῖον ἐκεῖνον Ἀπόστολον τὸν μὴ βουληθέντα δωρεὰν φαγεῖν ἄρτον, καίτοι δυνάμενος ἐξ ἄλλου ἐργοχείρου τὴν τροφὴν πορίσασθαι, ἀλλ' εἰς πάντα ἠβουλήθη μιμητὴς γενέσθαι τοῦ εἰρημένου ἀοιδίμου ἀνδρὸς ἔν τε κακουχίαις καὶ πόνοις καὶ διωγμοῖς καὶ κινδύνοις θαλάσσης καὶ ἐπαναστάσεσιν ἐθνῶν. Κἀγὼ δὲ παρεκάλουν αὐτὸν κοινὸν βίον ζῆν ἅμα ἐμοί (ἦν γάρ μοι καὶ περισσεία ἐκ τοῦ ἐμοῦ ἐπιτηδεύματος), ὃ δὲ οὐκ ἠνέσχετο λέγων· «Οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα». Καὶ πάλιν ἔλεγεν· «Εἴ τις οὐκ ἐργάζεται, μηδὲ ἐσθιέτω». Ἐγὼ δὲ παρρησιασθεὶς εἶπον πρὸς αὐτόν· ∆ιὰ τί οὖν ὅτε ηὐπόρεις οὐκ εἰργάζου οὔτε ἐμοὶ συνεχώρεις ἐργάσασθαι; Ὃ δέ μοι ἀπεκρίθη· Τὸ πρότερον ἔργον ὃ εἰργαζόμην, μεῖζον ἦν καὶ πολυπλάσιον τοῦ νῦν ἔργου· τὸ μὲν γὰρ νῦν ἕνα ἢ δεύτερον τρέφει, τὸ δὲ πρότερον μυριάδας ἔτρεφεν, οὐ μόνον δὲ τὰ πλήθη ἐκεῖνα, ἀλλὰ καὶ πνευματικὴν τροφὴν τῇ ψυχῇ τῇ ἐμῇ ἐχορήγει. 10 Τούτων οὕτως ἐχόντων, ἀκούσας τοῦ ὀνόματος καὶ τῆς πολιτείας τοῦ ὁσίου Πορφυρίου ὁ τὴν ἱερωσύνην ἔχων τῶν ἁγίων τόπων Πραΰλιος, μεταπεμψάμενος αὐτὸν μετὰ πολλῆς ἀνάγκης ἐχειροτόνησεν εἰς τὴν τοῦ πρεσβυτέρου τάξιν, οὐ μὴν ἀλλὰ καὶ τὴν παραφυλακὴν τοῦ τιμίου ξύλου τοῦ σταυροῦ ἐνεπίστευσεν αὐτῷ. Τότε ἔγνωμεν ὅτι ἀπέβη αὐτῷ τὰ ἐν τῇ ἐκστάσει, ὅτε ἑώρακεν τὸν κύριον ἐν τῷ σταυρῷ καὶ τὸν λῃστὴν σὺν αὐτῷ, τὸν δεσπότην δὲ λέγοντα· Λάβε, φύλαξόν μοι τοῦτο τὸ ξύλον. Ἦν δὲ ὁ μακάριος Πορφύριος ὅτε τὴν χειροτονίαν ἔλαβεν ὡς ἐτῶν τεσσαράκοντα πέντε. Ἀξιωθεὶς οὖν ταύτης τῆς τιμῆς οὐκ ἐνήλλαξεν τὸ πρότερον ἔθος, ἀλλ' ἔμεινεν ἐν τῇ ἀσκητικῇ κακοπαθείᾳ, ἐν νηστείαις καὶ ἀγρυπνίαις. Ἡ δὲ τροφὴ ἦν αὐτῷ ἄρτος ῥυπαρὸς καὶ λάχανα, καὶ ταῦτα μετὰ δύσιν ἡλίου, ταῖς δὲ ἄλλαις ἁγίαις ἡμέραις ἕκτην ὥραν ἤσθιεν, λαμβάνων καὶ ἐλαίου καὶ τυροῦ καὶ βρεκτῶν ὀσπρίων· μετελάμβανεν δὲ καὶ ἑνὸς ποτηρίου οἴνου κεκερασμένου, καὶ τοῦτο διὰ τὴν κακοπραγίαν τῶν σπλάγχνων. Ταύτην τὴν διαγωγὴν καὶ τὸν κανόνα ἔμεινεν φυλάττων τὸν πάντα χρόνον τῆς ἑαυτοῦ ζωῆς. 11 Μετὰ δὲ τριετῆ χρόνον τοῦ χειροτονηθῆναι αὐτόν, συμβαίνει τὸν ἐπίσκοπον τῆς προλελεγμένης πόλεως Γάζης ἐξελθεῖν τοῦ βίου· Αἰνείας ἦν οὗτος, ἐλάχιστον χρόνον ἐπισκοπήσας. Πρὸ δὲ Αἰνείου Εἰρηνίων ἦν, ὃς καὶ αὐτὸς συμπολίτης γέγονεν τῶν ἀγγελικῶν δυνάμεων· οὗ τοὺς ἐπαίνους ἀδύνατον ἐν παρεκβάσει γραφῆναι, ἀλλ' ἰδικῆς ἐχρῆν πραγματείας εἰς τὸ συντάξαι τὸν βίον τοῦ εἰρημένου ἀοιδίμου Εἰρηνίωνος, ἄλλοις δὲ συγγραφεῦσι παραχωροῦμεν τοῖς ἀκριβῶς ἐπισταμένοις τὸν ἐκείνου βίον. Κοιμηθέντος οὖν τοῦ προλεχθέντος ὁσίου ἀνδρός, συναθροισθέντες οἱ τότε ὄντες Χριστιανοί, ὀλίγοι καὶ εὐαρίθμητοι τυγχάνοντες, μετὰ τῶν ἀπὸ τοῦ κλήρου καὶ βουλευσάμενοι ἐπὶ φανερὰς ἡμέρας τίνι ἐγχειρίσαι τὴν ἐπισκοπὴν οὐδὲν ἤνυον, φιλονεικίας κρατησάσης ἐν αὐτοῖς, τῶν μὲν βουλομένων τινὰς τοῦ κλήρου, ἄλλων δὲ τῶν λαϊκῶν· κατὰ γὰρ τὸν ἀληθῆ λόγον ἦσάν τινες καὶ ἐν τοῖς κληρικοῖς καὶ ἐν τοῖς λαϊκοῖς βίῳ καὶ σεμνότητι κεκοσμημένοι. Πολλῆς οὖν συγχύσεως γινομένης καὶ μηδενὸς εἰς ἔργον προβαίνοντος, τέλος συνέδοξεν πέντε τῶν κληρικῶν καὶ τοσούτους τῶν λαϊκῶν τῶν ἐμφανῶν ἐξελθεῖν πρὸς τὸν μητροπολίτην ἀρχιερέα καὶ αἰτῆσαι αὐτὸν ἐπίσκοπον, ὃν δἂν ἀποκαλύψῃ αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον. 12 Ἦν δὲ ὁ τὴν ἀρχιερωσύνην τὸ τηνικαῦτα ἐγκεχειρισμένος Ἰωάννης, ἀνὴρ καὶ οὗτος δόκιμος καὶ πάσῃ ἀρετῇ κεκοσμημένος. Ὡς οὖν παρεγένοντο πρὸς αὐτὸν οἱ Γαζαῖοι, παρεκάλουν αὐτὸν δοῦναι αὐτοῖς ἱερέα δυνατὸν ἔργῳ καὶ λόγῳ ἀντιτάξασθαι τοῖς εἰδωλολάτραις. Ἀκούσας δὲ εὐθέως ἐκήρυξε νηστείαν, καὶ μετὰ τρεῖς ἡμέρας ἀπεκάλυψεν αὐτῷ ὁ κύριος περὶ τοῦ ἀοιδίμου Πορφυρίου, καὶ γράφει     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 4 ἐπιστολὴν τῷ μνημονευθέντι ὁσίῳ Πραϋλίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸς αὐτὸν χάριν ζητήματός τινος τῆς γραφῆς ὀφείλοντος ὑπ' αὐτοῦ ἐπιλυθῆναι· ἦν γὰρ ἱκανὸς ὁ μακάριος πᾶν νομιζόμενον εἶναι δυσχερὲς τῶν τῆς θείας γραφῆς ἐπιλῦσαι, τοῦτο δὲ εἶχεν ἀπὸ χαρίσματος πνεύματος ἁγίου. Καὶ πιστεύσας τοῖς γράμμασι τοῦ μακαρίου Ἰωάννου ὁ θεοφιλὴς Πραΰλιος τοῦτον ἀπέλυσεν, παραγγείλας αὐτῷ περαιτέρω ἑπτὰ ἡμερῶν μὴ χρονίσαι. 13 Ἀκούσας δὲ ὁ μακάριος Πορφύριος τὴν δύναμιν τῶν γραφέντων ὑπὸ τοῦ ὁσιωτάτου Ἰωάννου τὰ μὲν πρῶτα ἐθορυβήθη, μετὰ δὲ ταῦτα εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ γενέσθω. Καὶ προσκαλεσάμενός με ἐν τῇ ἑσπέρᾳ ἐκείνῃ λέγει μοι· Ἀδελφὲ Μάρκε, πορευθῶμεν καὶ προσκυνήσωμεν τοὺς ἁγίους τόπους καὶ τὸν τίμιον σταυρόν, πολὺς γὰρ χρόνος ἔχει παρελθεῖν ἕως οὗ πάλιν προσκυνήσωμεν. Ἐγὼ δὲ εἶπον· ∆ιὰ τί οὕτως λέγεις, πάτερ; Ὃ δὲ ἀποκριθεὶς εἶπεν· Τῇ παρελθούσῃ νυκτὶ εἶδον τὸν σωτῆρα λέγοντά μοι· Τὴν παραθήκην ἣν παρεθέμην σοι ἀποκατάστησον. Ζεῦξαι γάρ σε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ' εὐτρόπῳ, σὺ δὲ λαμβάνων αὐτὴν κόσμησον, ἵνα ἐπιλάθηται τῆς προτέρας αὐτῆς πτωχείας. Εἰ γὰρ καὶ ταπεινὴ τυγχάνει ἀλλ' οὐκ ἔστι μου ἀλλοτρία, ἀλλὰ γνησία μου ἀδελφή· Τοῦτο δὲ παραφύλαξαι ἵνα μή, ὡς ἔχων γυναῖκα καὶ φροντίζων οἴκου, ἐξ ἀδικίας ἢ βίας ἢ παρανομίας συναγάγῃς, ἐπεὶ κἀμὲ παροργίσας κἀκείνην λυπεῖς· ἀπαρέσκεται γὰρ καὶ αὕτη τοῖς τοιούτοις. Σὺ δὲ μόνον ἔχε προθυμίαν ἀγαθήν, καὶ πάντα σοι χορηγηθήσεται ὅθεν οὐ προσδοκᾷς. Ταῦτά μοι ὁ δεσπότης Χριστὸς ἐδήλωσεν ἐν τῇ παρελθούσῃ νυκτί, καὶ φοβοῦμαι μή πως θέλων ἐξιλάσασθαι τὰς ἐμὰς ἁμαρτίας ἐξιλάσωμαι καὶ ἄλλων πολλῶν. Ἀλλ' ὅμως οὐκ ἔστιν ἀντειπεῖν τῷ βουλήματι τοῦ θεοῦ. 14 Ταῦτα εἰπὼν ἐπορεύθη, κἀγὼ δὲ σὺν αὐτῷ, καὶ προσκυνήσαντες τοὺς ἁγίους τόπους καὶ τὸν τίμιον σταυρὸν καὶ πολλὰ εὐξάμενος καὶ δακρύσας, ἔθηκεν ἐν τῷ χρυσῷ γλωσσοκόμῳ, καὶ ἀσφαλισάμενος ἐξῆλθεν, καὶ ἀπελθὼν πρὸς τὸν μακάριον Πραΰλιον τὸν ἐπίσκοπον, παρέδωκεν αὐτῷ τὰς κλεῖς, καὶ λαβὼν εὐχὴν μετὰ παραθέσεως ἐξῆλθεν. Ἐλθόντες δὲ εἰς τὸ καταγώγιον εὐτρεπιζόμεθα. Μισθωσάμενοι δὲ κτήνη τρία καὶ λαβόντες τὰ ἐνόδια ἐξήλθομεν· τὰ δὲ ἐνόδια ἦν πάντα τὰ ἐν τῷ οἴκῳ. Ἦμεν δὲ ἐν τῇ ὁδῷ πέντε, αὐτός τε ὁ μακάριος κἀγὼ καὶ δύο ὀνηλάται καὶ ἄλλος ὑπηρέτης νεώτερος ὀνόματι Βαρωχᾶς, ὅντινα εὗρεν ὁ μακάριος πρὸ ὀλίγου χρόνου ἐρριμμένον ἐν τῇ πλατείᾳ, ὄντα ἐν ἐσχάτῳ κινδύνῳ, καὶ λαβὼν συνήγαγεν, καὶ ἀναλώσας πολλὰ εἰς αὐτὸν τῇ βοηθείᾳ τοῦ Χριστοῦ τοῦτον ὑγιῆ ἐποίησεν. Ἐξ ἐκείνου οὖν ἔμεινεν παρ' αὐτῷ ἐξυπηρετούμενος αὐτῷ ἅμα ἐμοί. Τὰ δὲ κατὰ τὸν θεοσεβῆ Βαρωχᾶν, τοῦ λόγου προϊόντος, φράσω. Ὁδεύσαντες δὲ τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ ἑξῆς ἤλθομεν εἰς Καισάρειαν. ∆ιεδόθη δὲ εἰς πᾶσαν τὴν πόλιν ἡ παρουσία τῆς εἰσόδου ἡμῶν· ἦν γὰρ καὶ ὀνομαστὸς ὁ μακάριος διὰ τὸν ἄμεμπτον αὐτοῦ βίον, πολλῷ μᾶλλον διὰ τὸ εἶναι αὐτὸν φιλόπτωχον. Ὡρμήσαμεν δὲ εἰς τὸν ἐκεῖ ξενῶνα· ἦν γὰρ ἑσπέρα. 15 Ἀκούσας δὲ ὁ μακάριος Ἰωάννης ὁ ἀρχιεπίσκοπος, δρομαῖος παρεγένετο πρὸς ἡμᾶς, καὶ ἀσπασάμενοι ἀλλήλους καὶ εὐξάμενοι μικρὸν ἐκάθισαν. Εἶπεν δὲ αὐτῷ ὁ ἀρχιεπίσκοπος· Ἀνάστα, ἀδελφέ, διὰ τὸν κύριον καὶ γεῦσαι μετ' ἐμοῦ, ἵνα ταχέως ἀναστῶμεν εἰς τὴν ἀγρυπνίαν τῆς ἁγίας κυριακῆς. Ὀψὲ γὰρ σαββάτῳ εἰσήλθομεν. Ὁ δὲ μακάριος Πορφύριος παρεκάλει αὐτὸν συγχωρῆσαι αὐτῷ τὴν ἑσπέραν διὰ τὸν κόπον τῆς ὁδοῦ· ἔλεγεν δὲ μετὰ τὸν πρῶτον ὕπνον ἀνίστασθαι εἰς τὴν ἀγρυπνίαν. Ὡς δὲ οὐκ ἐπείσθη ὁ ἀρχιεπίσκοπος, ἀναστὰς ὁ μακάριος συνεπορεύθη αὐτῷ λαβὼν κἀμέ (τὸν γὰρ ἀδελφὸν Βαρωχᾶν εἰάσαμεν ἐν τῷ ξενῶνι ἐγγὺς τῶν ἱματίων), καὶ προτραπέντες παρ' αὐτοῦ ἐδειπνήσαμεν. Πολλὰ δὲ ὁμιλήσαντες πνευματικὰ καὶ μικρὸν ὑπνώσαντες, ἀνέστημεν εἰς τὴν ἀγρυπνίαν.     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 5 16 Τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μακάριος Ἰωάννης τοὺς Γαζαίους καὶ λέγει αὐτοῖς· Ἕτοιμοι ἔσεσθε ἐπὶ τὴν ἔξοδον· σήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάνετε, ἄνδρα ὃν ἀπέδειξεν ὁ κύριος, ἄμεμπτον, θεοφιλῆ, ζέοντα τῇ πίστει. Πρωίας δὲ γενομένης, ἁρπάσαντες τὸν μακάριον, ἐχειροτόνησαν αὐτὸν ἐπίσκοπον Γάζης. Πολλὰ δὲ ἐδάκρυσεν καὶ οὐκ ἦν καιρὸς τῶν δακρύων αὐτοῦ· ἔλεγεν γὰρ ἑαυτὸν εἶναι ἀνάξιον τῆς τοιαύτης ἱερωσύνης. Μόλις δὲ παρακληθεὶς παρά τε τῶν Γαζαίων καὶ τῶν ἐκεῖ εὑρεθέντων Χριστιανῶν ἡσύχασεν. Ποιήσαντες δὲ τὴν ἁγίαν λειτουργίαν τῆς κυριακῆς, πάλιν προετράπημεν γεύσασθαι μετὰ τοῦ ἀρχιεπισκόπου. 17 Ἐπέτρεψεν δὲ ἡμῖν τὴν ταχίστην ἐξελθεῖν, καὶ ποιήσαντες ἄλλην μίαν ἡμέραν ἐξήλθομεν. Ἐκοιμήθημεν δὲ εἰς ∆ιόσπολιν, κἀκεῖθεν νυκτερεύσαντες ὀψὲ βράδιον εἰσήλθομεν εἰς Γάζαν πολλὰ κοπωθέντες καὶ θλιβέντες. Ἡ δὲ αἰτία τῆς θλίψεως αὕτη ἐτύγχανεν. Πλησίον Γάζης κῶμαι τυγχάνουσιν παρὰ τὴν ὁδὸν αἵτινες ὑπάρχουσι τῆς εἰδωλομανίας. Ἐκ συνθήματος οὖν ὁ τούτων οἰκήτορες κατέστρωσαν πᾶσαν τὴν ὁδὸν ἀκανθῶν καὶ σκολόπων, ὥς τινας μὴ δύνασθαι παρελθεῖν, ἐξέχεαν δὲ καὶ βόρβορον καὶ ἐκάπνιζον ἄλλα δυσώδη, ὥστε ἡμᾶς ἐκ τῆς δυσοσμίας πνίγεσθαι καὶ περὶ τὴν ὅρασιν κινδυνεύειν. Μόλις οὖν διασωθέντες, περὶ τρίτην ὥραν νυκτερινὴν εἰσήλθομεν εἰς τὴν πόλιν. Τοῦτο δὲ τὸ δυσχερὲς ἀπὸ προσβολῆς δαιμονικῆς ὑπήντησεν τῷ μακαρίῳ. Ἀλλ' οὐκ ἐδυσχέρανεν. Ἐνόησεν γὰρ τὴν ἐνέδραν τοῦ διαβόλου ὅτι ἠθέλησεν ἐκ τῆς αὐτοῦ εἰσόδου ἀποστρέψαι τὸν δίκαιον. 18 Ὡρμήσαμεν δὲ εἰς τὸ ἐπισκοπεῖον, ὃ ἔκτισεν ὁ προονομασθεὶς ἐν ἁγίοις Εἰρηνίων ὁ ἐπίσκοπος μετὰ καὶ τῆς ἁγίας ἐκκλησίας τῆς καλουμένης Εἰρήνης. Τὸ δὲ ὄνομα λέγουσιν αὐτὴν ἔχειν κατὰ δύο τρόπους. Φασὶ γὰρ οἱ ἀπὸ Γάζης, ὅτε παρελήφθη ἡ πόλις ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, κατά τινα σύμβολον ἐκεῖ καταπαῦσαι τὸν πόλεμον, καὶ ἐξ ἐκείνου καλεῖσθαι τὸν τόπον Εἰρήνην. Τοῦτον τὸν τόπον εὑρὼν ὁ μακάριος Εἰρηνίων τιμώμενον ὑπὸ τῶν Γαζαίων ἐν αὐτῷ ἔκτισεν τὴν ἐκκλησίαν. Εἴτε οὖν διὰ τὰ προλελεγμένα εἴτε διὰ τὸ ὄνομα τοῦ κτίστου ἔμεινεν οὕτως καλουμένη ἕως τοῦ νῦν. Ἐκεῖ οὖν ὡρμήσαμεν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν μικρότατον ἐπισκοπεῖον. 19 Τῷ δὲ ἐνιαυτῷ ἐκείνῳ συμβαίνει ἀνομβρίαν γενέσθαι, καὶ ἐπέγραφον πάντες οἱ ἀπὸ τῆς πόλεως τὸ πρᾶγμα τῇ εἰσόδῳ τοῦ μακαρίου, λέγοντες ὅτι Ἐχρηματίσθη ἡμῖν ὑπὸ τοῦ Μαρνᾶ, ὅτι κακοποδινός ἐστιν ὁ Πορφύριος τῇ πόλει. Ὡς δὲ ἐπέμενεν μὴ βρέχων ὁ θεὸς τὸν παρ' αὐτοῖς πρῶτον μῆνα καλούμενον ∆ῖον, ἔτι δὲ καὶ τὸν δεύτερον Ἀπελλαῖον, πάντες ἐθλίβοντο. Συναχθέντες δὲ οἱ τῆς εἰδωλομανίας εἰς τὸ Μαρνεῖον, πολλὰς θυσίας καὶ εὐχὰς ἐποίουν τούτου ἕνεκεν· ἔλεγον γὰρ τὸν Μαρνᾶν κύριον εἶναι τῶν ὄμβρων, τὸν δὲ Μαρνᾶν λέγουσιν εἶναι τὸν ∆ία. Ὡς δὲ ἐπέμενον ἡμέρας ἑπτὰ λέγοντες ὕμνους καὶ ἐξερχόμενοι ἔξω τῆς πόλεως εἰς τόπον καλούμενον προσευχῆς, ὀλιγωρήσαντες ἀνεχώρησαν ἐπὶ τὰ ἴδια ἔργα μηδὲν ἀνύσαντες. Τούτων οὕτως γενομένων, συναχθέντες οἱ Χριστιανοὶ μετὰ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων τὸν ἀριθμὸν διακόσιοι ὀγδοήκοντα, παρεκάλουν τὸν ὅσιον Πορφύριον ἅμα αὐτοῖς ἐξελθεῖν εἰς προσευχὴν καὶ λιτανεῦσαι περὶ τοῦ καταπεμφθῆναι τοὺς ὄμβρους (ἤδη γὰρ λιμὸς ἐγένετο), καὶ πολλῷ γε πλέον ὅτι ἐπέγραφον τῇ εἰσόδῳ τοῦ μακαρίου τὴν ἀνομβρίαν. 20 Πεισθεὶς δὲ ὁ ὅσιος καὶ κηρύξας νηστείαν ἐκέλευσεν πάντας ἀφ' ἑσπέρας συναχθῆναι εἰς τὴν ἁγίαν ἐκκλησίαν, ἵνα ἐκεῖ τὴν ἀγρυπνίαν ἐπιτελέσωμεν. Ἐποιήσαμεν δὲ δι' ὅλης τῆς νυκτὸς εὐχὰς τριάκοντα καὶ τοσαύτας γονυκλισίας ἐκτὸς τῶν χορῶν καὶ τῶν ἀναγνωσμάτων. Πρωίας δὲ γενομένης, λαβόντες τὸ σημεῖον τοῦ τιμίου σταυροῦ, προηγουμένου ἡμῶν, ἐξήλθομεν μετὰ ὕμνων ἐπὶ τὴν ἀρχαίαν ἐκκλησίαν τὴν ἀπὸ δυσμῶν τῆς πόλεως, ἣν λέγουσι κτίζειν τὸν ἁγιώτατον καὶ μακαριώτατον Ἀσκληπᾶν τὸν ἐπίσκοπον, τὸν πολλοὺς διωγμοὺς ὑπομείναντα ὑπὲρ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 6 τῆς ὀρθοδόξου πίστεως, οὗτινος ὁ βίος καὶ τὰ ἔργα ἀναγέγραπται ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκλησίᾳ κἀκεῖ εὐχὰς τοσαύτας ἐποιήσαμεν, κἀκεῖθεν ἐξελθόντες ἐπορεύθημεν ἐπὶ τὸ ἅγιον μαρτύριον τοῦ ἐνδόξου μάρτυρος Τιμοθέου, ἐν ᾧ ἀπόκεινται καὶ ἄλλα τίμια λείψανα Μαΐουρος μάρτυρος καὶ Θεῆς ὁμολογητρίας, κἀκεῖ τοσαύτας εὐχὰς καὶ γονυκλισίας ποιήσαντες ὑπεστρέψαμεν εἰς τὴν πόλιν, ποιήσαντες ἐν τῇ ὁδῷ τρεῖς εὐχὰς καὶ τρεῖς γονυκλισίας. Γενόμενοι δὲ περὶ τὴν πύλην εὕραμεν αὐτὴν κεκλεισμένην (ἦν δὲ ὥρα ἐνάτη)· οἱ γὰρ τῆς εἰδωλομανίας βουλόμενοι διασκεδάσαι τὸν λαὸν τοῦτο πεποιήκασιν, ἵνα μὴ πληρώσωμεν τὴν λιτάνειον. Ὡς δὲ ἐμείναμεν ὥρας δύο πρὸ τῆς πύλης καὶ οὐδεὶς ὁ ἀνοίγων, ὁρῶν ὁ θεὸς τὴν ὑπομονὴν τοῦ λαοῦ καὶ τὰς οἰμωγὰς καὶ τὰ ἄφατα δάκρυα, μάλιστα τοῦ ὁσίου ἀνδρός, σπλαγχνισθεὶς ὡς ἐπὶ τοῦ μεγάλου Ἡλίου τοῦ προφήτου κινεῖ ἄνεμον νότον, καὶ γίνεται συννεφὴς ὁ οὐρανὸς καὶ ἄρχονται ἀστραπαὶ καὶ βρονταὶ γίνεσθαι ἅμα τῷ δῦναι τὸν ἥλιον καὶ καταφέρεται πολὺς ὄμβρος, ὡς νομίζεσθαι σταγόνας μὴ εἶναι, ἀλλὰ χάλαζαν ἀπ' οὐρανοῦ καταφέρεσθαι. Ἡμεῖς δὲ ἀπὸ χαρᾶς σχεδὸν οὐκ ᾐσθόμεθα· ἀλλήλους γὰρ ἦμεν περιπτυξάμενοι. 21 Τινὲς δὲ τῶν Ἑλλήνων θεασάμενοι ὅσα ἐποίησεν ἡμῖν ὁ θεὸς θαύματα, πιστεύσαντες ἤνοιξαν τὴν πύλην καὶ συνεμίγησαν ἡμῖν βοῶντες· Ὁ Χριστὸς μόνος θεός, αὐτὸς μόνος ἐνίκησεν. Συνῆλθον δὲ ἡμῖν εἰς τὴν ἁγίαν ἐκκλησίαν, κἀκεῖθεν ἀπέλυσεν αὐτοὺς ὁ μακάριος μετ' εἰρήνης σφραγίσας τῇ τοῦ σταυροῦ σφραγῖδι. Ἦσαν δὲ τὸν ἀριθμὸν ˉρˉκˉζ, ἄνδρες ὡς ˉοˉη καὶ γυναῖκες ˉλˉε καὶ παιδία ˉιˉδ, ἐξ ὧν ἦσαν κόραι πέντε. Ἡμεῖς δὲ ποιήσαντες τὴν τελείαν εὐχαριστίαν ἀνεχωρήσαμεν ἕκαστος μετὰ χαρᾶς καὶ εἰρήνης εἰς τὰ ἴδια ἑαυτῶν. Τοσοῦτος δὲ κατηνέχθη ὄμβρος τῇ νυκτὶ ἐκείνῃ καὶ ἐν τῇ ἄλλῃ ἡμέρᾳ, ὥστε πάντας φοβηθῆναι ἵνα μὴ συμπτώματα οἴκων γένηται· τὰ γὰρ πλεῖστα ἐτύγχανεν ἀπὸ ὠμοπλίνθου. Ἐποίησεν δὲ βρέχων ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπαύστως ἀπὸ τῆς ὀγδόης Αὐδυναίου μέχρι τῆς δεκάτης. Ἔστιν δὲ ὁ παρ' αὐτοῖς Αὐδυναῖος Ἰανουάριος μὴν κατὰ Ῥωμαίους, πέντε δὲἡμέρας προάγουσιν οἱ κατ' αὐτοὺς μῆνες τοὺς Ῥωμαϊκούς. Τῇ δὲ ἑνδεκάτῃ ἐπετελέσαμεν τὴν ἡμέραν τῶν Θεοφανίων τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ μετὰ χαρᾶς ὑμνοῦντες καὶ εὐχαριστοῦντες ἐπὶ πᾶσιν οἷς ἐποίησεν ἡμῖν ἡ αὐτοῦ φιλανθρωπία. Προσετέθησαν δὲ τῇ τοῦ Χριστοῦ ποίμνῃ ἐν αὐτῷ τῷ ἐνιαυτῷ πρὸς τοῖς ˉρˉκˉζ καὶ ἄλλοι ˉλˉε. Οἱ δὲ τῆς εἰδωλομανίας οὐκ ἐπαύοντο ἐνεδρεύοντες τῷ τε μακαρίῳ καὶ τοῖς λοιποῖς Χριστιανοῖς. Ὅτε γὰρ ἐδράσσοντο ἄρχοντος Ἕλληνος, ὑπεισήρχοντο αὐτῷ, εἴτε διὰ χρημάτων εἴτε διὰ τῆς ἀθέου αὐτῶν θρησκείας, κακῶσαι τοὺς Χριστιανούς, καὶ ἐκ τούτου οὐχ ἡ τυχοῦσα θλῖψις συνέβαινεν τῷ μακαριωτάτῳ. Συνεχῶς οὖν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐδέετο τοῦ φιλανθρώπου θεοῦ, ἵνα αὐτοὺς ἐπιστρέψῃ ἐκ τῆς πλάνης εἰς τὴν αὐτοῦ ἀλήθειαν. 22 Ἐπειδὴ δὲ ἀνωτέρω ἐμνήσθην τοῦ μακαρίου Βαρωχᾶ, τὰ λοιπὰ περὶ αὐτοῦ διηγήσομαι. Οὗτος ἔσχεν ζῆλον θεϊκὸν ὡς εἰ καί τις ἄλλος· πολλὰ γὰρ ὑπέμεινεν χαλεπὰ παρὰ τῶν εἰδωλολατρῶν. Ποτὲ γὰρ ἀπελθόντος αὐτοῦ ἕνεκεν ἐκκλησιαστικοῦ κανόνος εἰς κώμην οὐκ μήκοθεν τῆς πόλεως· ἦν δὲ ὁ τὸν κανόνα χρεωστῶν εἰδωλολάτρης, ἀπαιτούμενος δὲ καὶ βουλόμενος διασῦραι εἰς ὑπέρθεσιν, τοῦ θεοσεβοῦς Βαρωχᾶ μὴ ἀνασχομένου, ἐκ τούτου ἐρεσχελίας γεναμένης μεταξὺ αὐτῶν προσκαλεῖται ὁ ἀνόσιος γεωργούς τινας ὁμοίους αὐτοῦ συγκωμήτας, καὶ ἄρχονται τύπτειν ῥοπάλοις τὸν μακάριον Βαρωχᾶν καὶ βαστάσαντες αὐτὸν ἡμιθανῆ ἔρριψαν ἔξω τῆς κώμης εἰς τόπον ἔρημον· ἔκειτο δὲ ἐκεῖ ἄφωνος καὶ ἀναίσθητος. Τῇ δὲ ἄλλῃ ἡμέρᾳ κατὰ θεοῦ φιλανθρωπίαν παρέρχεται διὰ τοῦ τόπου ἐκείνου Κορνήλιος ὁ διάκονος μετὰ ἄλλων δύο Χριστιανῶν, καὶ εὑρόντες τὸν θεοφιλῆ Βαρωχᾶν καὶ ἐπιγνόντες αὐτόν, βαστάσαντες εἰσήγαγον εἰς τὴν πόλιν.     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 7 23 Ὡς δὲ ἐθεάσαντο αὐτὸν οἱ τῆς εἰδωλομανίας βασταζόμενον, καὶ νομίσαντες εἶναι νεκρόν, ἐτράπησαν εἰς μανίαν διὰ τὸ νομίζειν μύσος εἶναι νεκρὸν εἰσφέρειν εἰς τὴν πόλιν, καὶ ἀπορρήξαντες αὐτὸν ἐκ τῶν ὤμων τῶν βασταζόντων αὐτὸν ἄρχονται τύπτειν τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον καὶ τοὺς δύο Χριστιανούς, καὶ δήσαντες σχοινίῳ τὸν πόδα τοῦ μακαρίου Βαρωχᾶ εἷλκον αὐτόν. Ἐν τοσούτῳ δὲ ἀπαγγέλλουσίν τινες τῶν ἀδελφῶν τῷ μακαρίῳ ἐπισκόπῳ, καὶ θορυβηθεὶς προσκαλεῖταί με καὶ ἄλλους τρεῖς ἀδελφοὺς παρ' αὐτῷ εὑρεθέντας καὶ λέγει ἡμῖν· Θαρροῦντες, ἀδελφοί, δράμετε· καιρὸς γάρ ἐστι μαρτυρίας. Ὡς δὲ ἐφθάσαμεν τὸν τόπον ὅπου ἔδησαν τὸν μακάριον, συνέδραμον οἱ ἀπὸ τοῦ πλήθους, καὶ οἳ μὲν ὕβριζον τὸν ἁγιώτατον ἐπίσκοπον, ἄλλοι δὲ ὁρῶντες τὴν ὑπομονὴν αὐτοῦ, πῶς ὑβριζόμενος οὐκ ὠργίζετο, ἀλλὰ τοὐναντίον παρεκάλει ἕκαστον λέγων μὴ οὕτως μιᾶναι καὶ ἐνυβρίσαι σῶμα ὁμοιοπαθές, γίνονται τῆς ἡμῶν μερίδος καὶ τρέπονται κατ' ἀλλήλων ἕως πληγῶν. Ἡμεῖς δὲ θεασάμενοι τὴν πολλὴν σύγχυσιν, βαστάσαντες τὸν θεοφιλῆ Βαρωχᾶν ἀνεχωρήσαμεν εἰς τὴν ἁγίαν ἐκκλησίαν. 24 Ὡς δὲ ἐθεασάμεθα αὐτὸν ἔτι ἐμπνέοντα, ἐποιήσαμεν αὐτῷ θεραπείας. Ἦν δὲ ὑπὲρ αὐτοῦ διὰ τῆς ἑσπέρας καὶ τῆς νυκτὸς εὐχὴ ἐκτενής· συνήχθησαν γὰρ πάντες οἱ ἀδελφοί. Ὁ δὲ ὅσιος ἐπίσκοπος οὐκ ἐπαύσατο δακρύων καὶ δεόμενος τοῦ θεοῦ περὶ αὐτοῦ· ἠπίστατο γὰρ ὁποῖον ζῆλον εἶχεν θεϊκόν. Ὡς δὲ εἶδεν ὁ θεὸς τὰ δάκρυα τοῦ ὁσίου ἱερέως καὶ τὰς δεήσεις τοῦ λαοῦ (δεύτερον γὰρ Φινεὲς εἶχον αὐτὸν κατὰ τῶν εἰδωλολατρῶν), ἐτάχυνεν αὐτῷ τὸ ἔλεος αὐτοῦ, καὶ τῇ νυκτὶ ἐκείνῃ ἀνοίγει τοὺς αὐτοῦ ὀφθαλμούς, καὶ ἄρχεται λαλεῖν καὶ αἰτεῖν ποτὸν δοθῆναι αὐτῷ. Ἐγὼ δὲ παρακαθήμενος αὐτῷ εὐθέως δραμὼν ἀπήγγειλα τῷ μακαρίῳ ἐπισκόπῳ· ἐκ τῆς πολλῆς γὰρ χαρᾶς ἐλησμόνησα δοῦναι αὐτῷ τὸν ποτόν, παθὼν κἀγὼ τὸ τῆς παιδίσκης τῆς ἐπὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, ὅτε ἀκούσασα τῆς φωνῆς τοῦ ἁγίου Πέτρου ἐκ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὴν θύραν, ἀλλ' ἐάσασα αὐτὸν πρῶτον ἀνήγγειλεν τοῖς ἐν τῷ οἴκῳ. Τοιοῦτόν τι κἀγὼ ὑπέστην. Ἀκούσας δὲ ὁ μακάριος ἐπίσκοπος οὐκ ἐνικήθη ὑπὸ τοῦ πάθους, ἀλλ' ἔμεινεν ἀντεχόμενος τῶν προσευχῶν, ἡμεῖς δὲ νοήσαντες τὸ στερρὸν καὶ τὸ ἀκλινὲς αὐτοῦ ἐάσαντες αὐτὸν ἀπήλθομεν, ἐγώ τε καὶ ὁ θεοφιλὴς Κορνήλιος ὁ διάκονος· σὺν ἐμοὶ γὰρ παρεκάθητο τῷ μακαρίῳ Βαρωχᾷ. Ὡς δὲ ἐπλήρωσεν τὰς εὐχὰς καὶ πᾶσαν τὴν ἀκολουθίαν ὁ ὁσιώτατος ἐπίσκοπος, καὶ αὐτὸς ἅμα ἡμῖν καθίσας, ἐπηρώτα τὸν θεοσεβῆ Βαρωχᾶν πῶς ἐξ ἀρχῆς ἔπαθεν, αὐτὸς δὲ πάντα ἡμῖν διηγήσατο. 25 Ἐν δὲ τῷ ἡμᾶς ἀκούειν, γίνεται ὄρθρος καὶ ἰδοὺ ὁ δημεκδικῶν μετὰ τῶν εἰρηναρχῶν καὶ τῶν δύο πρωτευόντων Τιμοθέου καὶ Ἐπιφανίου καὶ ἄλλων πολλῶν ἐλθόντες ἄρχονται καταβοᾶν καὶ θορυβεῖν λέγοντες· ∆ιὰ τί εἰσηγάγετε νεκρὸν εἰς τὴν πόλιν τῶν νόμων τῶν πατρῴων τοῦτο ἀπαγορευόντων; Ἐν ταὐτῷ δὲ καὶ ὕβριζον τὸν μακάριον ἐπίσκοπον. Ἡμεῖς δὲ ἀκούσαντες τοῦ θορύβου ἐξήλθομεν, καὶ ὡς ἐθεάσαντο ἡμᾶς, ἄρχονται τύπτειν ἐμὲ καὶ τὸν θεοφιλῆ Κορνήλιον τὸν διάκονον. Ὡς δὲ διεμαρτυρόμεθα τοὺς δημοσιεύοντας, ὁ ὁσιώτατος ἐπίσκοπος ἐπεστόμιζεν ἡμᾶς, παρακαλῶν ἕκαστον καὶ νουθετῶν μὴ οὕτως ἀλογίστως ὀργίζεσθαι. Οἱ δὲ ἄθεοι ὅσον παρεκαλοῦντο τοσοῦτον ἐμαίνοντο καὶ ἐνύβριζον τὸν ὅσιον ἄνδρα. Τοῦ γοῦν θορύβου ἐπιμένοντος, ἐνδυναμοῦται ὁ θεοφιλὴς Βαρωχᾶς καὶ ἐμπιπλᾶται θεϊκοῦ ζήλου καὶ ἀνίσταται καὶ ἁρπάζει ξύλον καὶ ἄρχεται τύπτειν τοὺς παρατυγχάνοντας, καὶ ἐπιπίπτει πᾶσι φόβος καὶ ἄρχονται πίπτειν κατ' ἀλλήλων φεύγοντες, καὶ ἐπέμεινεν καταδιώκων αὐτοὺς ἕως τοῦ τότε Μαρνείου, καὶ ἐπαναλύει μετὰ νίκης μεγάλης ὁ νέος ἡμῶν Σαμψών, καταστρώσας καὶ αὐτὸς χιλίους Ἀλλοφύλους. Ἐξ ἐκείνου οὖν οἱ τῆς εἰδωλομανίας ἐφοβοῦντο αὐτόν, μὴ δυνάμενοι τοῦ ὀνόματος αὐτοῦ ἀκοῦσαι. Μετὰ δὲ χρόνον ὀλίγον ἠξιώθημεν τῆς     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 8 χειροτονίας τῶν διακόνων ἐγώ τε καὶ ὁ θεοφιλὴς Βαρωχᾶς, ἐγὼ μὲν πολὺ ἀνάξιος τυγχάνων, ἐκεῖνος δὲ ἀξίως καὶ δικαίως τοῦτο τὸ δῶρον λαβών. 26 Ὁρῶν δὲ ὁ ἐν ἁγίοις Πορφύριος τὰ ἀθέμιτα καθ' ἑκάστην γινόμενα ὑπὸ τῶν εἰδωλολατρῶν, βουλεύεται ἀποστεῖλαί με εἰς τὸ Βυζάντιον αἰτῆσαι τοὺς βασιλεῖς περιαιρεθῆναι τοὺς ναοὺς τῶν εἰδώλων· ἔτι γὰρ ἐχρημάτιζον ἐν Γάζῃ, μάλιστα τὸ καλούμενον Μαρνεῖον. Καὶ ποιήσας γράμματα πρὸς τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Ἰωάννην, τὸν τηνικαῦτα ἐπίσκοπον Κωνσταντινουπόλεως, οὗ κλέος καὶ ἔπαινος παρὰ πάντων μνημονεύεται, ἐπλώϊσέν με καὶ δι' ἡμερῶν ˉκ ἐφθάσαμεν, καὶ ἀποδοὺς τὰς ἐπιστολὰς τῷ μακαρίῳ Ἰωάννῃ, ἐδίδαξα αὐτὸν ἐκ στόματος πάντα. Εὐθέως δὲ ἀκούσας ἐμήνυσεν πρὸς Εὐτρόπιον τὸν κουβικουλάριον τὰ μεγάλα τότε ἰσχύοντα παρὰ τῷ βασιλεῖ Ἀρκαδίῳ, καὶ ἐπαναγνοὺς αὐτῷ τὰς ἐπιστολὰς τοῦ μακαρίου ἐπισκόπου καὶ αἰτήσας αὐτὸν συνδραμεῖν τῷ γράμματι, λαβὼν συνταγὰς παρ' αὐτοῦ ἐξῆλθεν καὶ λέγει μοι· Σχόλασόν μοι, τέκνον· ἐλπίζω γὰρ εἰς τὸν δεσπότην Χριστὸν ὅτι συνήθως ἔχει τὸ ἔλεος αὐτοῦ ποιῆσαι. Ἐγὼ δὲ οὐκ ἐπαυόμην καθ' ἑκάστην αὐτὸν ὑπομιμνῄσκων, κἀκεῖνος ἔπεμπεν καὶ ἠνόχλει Εὐτροπίῳ. Μετὰ δὲ ἡμέρας ἑπτὰ ἐκφωνεῖται θεῖον γράμμα ὥστε κλεισθῆναι τὰ εἰδωλεῖα τῆς Γαζαίων πόλεως καὶ μηκέτι χρηματίζειν, καὶ ἐγχειρίζεται ταύτην τὴν πρόσταξιν Ἱλάριός τις σουβαδιουβᾶ τοῦ μαγίστρου ἄνθρωπος]. 27 Ἐγὼ δὲ μεθ' ἡμέρας τρεῖς ἐξεπόρισα ἐκ τοῦ Βυζαντίου καὶ φθάνω δι' ἡμερῶν δέκα τὴν Γαζαίων πόλιν, προλαβὼν τὸν Ἱλάριον ἡμέρας ἑπτά. Εὗρον δὲ τὸν ὁσιώτατον Πορφύριον ἀρρωστοῦντα. Ὡς δὲ ἐπέδωκα αὐτῷ τὰ ἀντίγραφα τοῦ μακαριωτάτου Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως καὶ ἀνέγνω αὐτά, περιχαρὴς γενόμενος ἐρρώσθη ἀφεθεὶς τοῦ πυρετοῦ· ἔλεγεν δὲ ἐκ τῆς πολλῆς θλίψεως τῶν εἰδωλολατρῶν αὐτὸν ἐσχηκέναι τὴν ἀρρωστίαν. Μετὰ δὲ ἑπτὰ ἡμέρας καταλαμβάνει ὁ εἰρημένος Ἱλάριος, ἔχων δύο κομενταρησίους τῆς ὑπατικῆς καὶ βοηθοὺς πολλοὺς ἔκ τε Ἀζώτου καὶ Ἀσκάλωνος καὶ πᾶσαν δημοσίαν ὄψιν. Εὐθέως δὲ συνέσχεν τοὺς τρεῖς πρωτεύοντας καὶ λαβὼν παρ' αὐτῶν ἱκανοδοσίας, ἐνεφάνισεν αὐτοῖς τὸ θεῖον γράμμα τὸ παρακελευόμενον κλεισθῆναι τὰ εἰδωλεῖα Γάζης τῆς πόλεως κινδύνῳ τῆς κεφαλῆς τῶν πρώτων τῆς αὐτῆς πόλεως, καὶ καταστρέψας πάντα τὰ ἐν αὐτοῖς εἴδωλα, ἔκλεισεν αὐτά· τὸ δὲ ἱερὸν τοῦ Μαρνᾶ εἴασεν λεληθότως χρηματίζειν, λαβὼν ὑπὲρ τούτου πάμπολλα χρήματα. Πάλιν δὲ ἐποίουν οἱ τῆς εἰδωλομανίας τὰ ἀθέμιτα ὑπὸ τῆς συνηθείας. 28 Συμβαίνει δὲ ἄλλο θαυμαστὸν γενέσθαι προσκαλούμενον πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ θεὸς γὰρ ὡς εὔσπλαγχνος διὰ προφάσεων ἐπιστρέφει τὸ γένος τῶν ἀνθρώπων εἰς τὸ νοητὸν αὐτοῦ φῶς. Τὸ δὲ συμβὰν πρᾶγμα ἐν τούτοις ἦν. Γυνή τις τῶν ἐμφανῶν τῆς πόλεως ὀνόματι Αἰλιὰς μέλλουσα τίκτειν κινδύνῳ μεγάλῳ περιέπεσεν· ἡ δὲ αἰτία τοῦ κινδύνου αὕτη ὑπῆρχεν. Τὸ βρέφος αὐτῆς οὐκέτι κατὰ φύσιν ἐξῄει, ἀλλ' ἐξετράπη εἰς τὸ παρὰ φύσιν, καὶ χαλάσαν τὴν μίαν χεῖρα οὐκ ἡδύνατο τὸ ὑπόλοιπον σῶμα κατενεχθῆναι· ἦν γὰρ πλάγιον ἐν τῇ γαστρὶ καὶ οὐκ ἴσχυον αἱ μαῖαι εἰς τὸ κατὰ φύσιν αὐτὸ μεταγαγεῖν. Ἦν δὲ ἡ ὀδύνη ἄφατος προσγινομένη τῇ γυναικί, τῶν κατὰ ὥραν ὀδυνῶν τὸ βρέφος ὠθουσῶν, πλέον δὲ ἡ ἐπίδοσις τῶν πόνων ἐγίνετο τῆς δευτέρας ἡμέρας διαδεξαμένης τὴν πρώτην, ὁμοίως δὲ καὶ τῆς τρίτης ὀδυνηροτέρας οὔσης τῆς δευτέρας· ἐπετάθησαν δὲ οἱ πόνοι ἕως ἡμερῶν ἑπτά, τοῦ κακοῦ προσθήκην ἀεὶ λαμβάνοντος. Ἀλλὰ καὶ οἱ ἰατροὶ ἠβουλήθησαν αὐτὴν ἐμβρυοτομῆσαι, καὶ θεασάμενοι τὰς δυνάμεις αὐτῆς διαπεσούσας, ἀπηγόρευσαν αὐτῆς. Οἱ ταύτης οὖν γονεῖς καὶ ὁ ἀνὴρ ὡς ὄντες δεισιδαίμονες ἐποίουν καθ' ἑκάστην θυσίαν ὑπὲρ αὐτῆς, ἔφερον δὲ καὶ ἐπαοιδοὺς καὶ μάντεις, νομίζοντες ἐκ τούτων αὐτὴν ὠφελῆσαι, καὶ οὐδὲν ἤνυον.     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 9 29 Ὑπῆρχεν δὲ αὐτῇ τροφὸς πιστή, ἥτις ὑπεραλγοῦσα, δεήσεις ἐποιεῖτο ἐν τοῖς εὐκτηρίοις οἴκοις ὑπὲρ αὐτῆς. Ἐν μιᾷ οὖν ἡμέρᾳ αὐτῆς εὐχομένης ἐν τῇ ἐκκλησίᾳ μετὰ δακρύων, εἰσῆλθεν ὁ ἐν ἁγίοις Πορφύριος περὶ τὴν ἐνάτην ὥραν, κἀγὼ δὲ ἅμα αὐτῷ, καὶ ὁρᾷ τὴν γραῦν κατώδυνον δεομένην τοῦ θεοῦ μετὰ δακρύων, καὶ στὰς ἐπηρώτα αὐτὴν τὴν αἰτίαν. Ἣ δὲ θεασαμένη αὐτὸν προσέπεσεν τοῖς ποσὶν αὐτοῦ παρακαλοῦσα αὐτὸν δεηθῆναι τῷ Χριστῷ ὑπὲρ αὐτῆς. Ὡς δὲ ἔγνω ὁ ἅγιος τῆς γυναικὸς τὴν αἰτίαν, καὶ αὐτὸς ἐδάκρυσεν· ἦν γὰρ καθ' ὑπερβολὴν εὔσπλαγχνος. Λέγει δὲ τῇ τροφῷ· Ἀκούω περὶ τοῦ οἴκου ἐκείνου ὅτι κατείδωλος τυγχάνει καὶ δυσχερῶς δύνανται σωθῆναι, ἀλλ' ὅμως τῷ θεῷ πάντα δυνατά· καὶ γὰρ διὰ προφάσεως σῴζει τοὺς μέλλοντας ἀπόλλυσθαι. Ἄπελθε οὖν καὶ συνάγαγε πάντας τοὺς συγγενεῖς καὶ γονεῖς καὶ τὸν ἄνδρα καὶ εἰπὲ αὐτοῖς· Ἐπειδὴ ἔστιν ἐνταῦθα ἰατρὸς ἄριστος δυνάμενος αὐτὴν θεραπεῦσαι, ἐὰν ποιήσῃ αὐτὴν διαφυγεῖν τὸν τοιοῦτον κίνδυνον, τί χαρίζεσθε αὐτῷ; Πάντως δὲ ἔχουσι πολλά σοι συντάξασθαι. Εἰπὲ δὲ αὐτοῖς καὶ τοῦτο· Ἐὰν αὐτὴν θεραπεύσῃ, δότε μοι λόγον πρὸ τούτου ὅτι οὐ παραβαίνετε αὐτὸν οὔτε πρὸς ἄλλον ἀπέρχεσθε. Ποίησον πάντας αὐτοὺς ἀνατεῖναι τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ δοῦναι λόγον ὅτι ποιοῦσιν πάντα ἃ ἐπηγγείλαντο. Καὶ ὅταν ταῦτα ποιήσωσιν, εἰπὲ τῇ λοχευομένῃ γυναικὶ ἐπὶ πάντων· Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἰᾶταί σε· εἰς αὐτὸν πίστευσον καὶ ζήσῃ. 30 Ἀκούσασα δὲ ἡ γραῦς τὸν λόγον τοῦ μακαρίου ἐπισκόπου, λαβοῦσα παρ' αὐτοῦ παράθεσιν ἔδραμεν ἐπὶ τὸν οἶκον, καὶ εὑροῦσα πάντας κλαίοντας καὶ τὴν γυναῖκα ἐν ἐσχάτῳ κινδύνῳ παρεκάλει τοὺς γονεῖς αὐτῆς καὶ τὸν ἄνδρα μὴ ἀθυμῆσαι· ἔλεγεν δὲ ὅτι Ἰατρὸς ἄριστος ἀπέστειλέν με πρὸς ὑμᾶς ἵνα παράσχητέ μοι λόγον, ὅτι ταύτης θεραπευομένης οὐκ ἀρνεῖσθε αὐτόν. Ἀκούσαντες δὲ οἱ γονεῖς καὶ ὁ ἀνὴρ εἶπον· Ἐὰν βουληθῇ πᾶσαν ἡμῶν τὴν οὐσίαν λαβεῖν, οὐκ ὀκνήσομεν, μόνον ἴδωμεν τὴν θυγατέρα ἡμῶν ζῶσαν. Ἡ δὲ τροφὸς εἶπεν· Ἀνατείνατε τὰς χεῖρας ὑμῶν εἰς τὸν οὐρανὸν καὶ δότε μοι λόγον ὅτι οὐκ ἀρνεῖσθε τὸν ἰατρόν. Οἳ δὲ προθύμως καὶ μετὰ δακρύων ἀνέτειναν τὰς χεῖρας λέγοντες ὅτι Καὶ πάντα τὰ ἡμῶν αὐτῷ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· ποίαν γὰρ παραμυθίαν μέλλομεν ἔχειν ταύτης τελευτώσης; Ἦν γὰρ αὐτοῖς μονογενὴς καὶ ἀστεία τοὺς τρόπους εἴπερ ἄλλη γυνή. Ἀκούσασα δὲ ἡ τροφὸς μεγάλῃ τῇ φωνῇ ἐπὶ πάντων εἶπεν· Λέγει ὁ μέγας ἱερεὺς Πορφύριος· Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἰᾶταί σε· εἰς αὐτὸν πίστευσον καὶ ζήσῃ. Εὐθέως δὲ ἡ γυνὴ ὀλολύξασα μέγα κατήγαγεν τὸ βρέφος ζῶν. 31 Πάντες δὲ οἱ ἐκεῖ εὑρεθέντες ἐκπλαγέντες ἔκραξαν· Μέγας ὁ θεὸς τῶν Χριστιανῶν, μέγας ὁ ἱερεὺς Πορφύριος. Τῇ δὲ ἑξῆς οἱ γονεῖς τῆς γυναικὸς καὶ ὁ ἀνὴρ καὶ πάντες οἱ συγγενεῖς καὶ οἱ γνήσιοι πορευθέντες πρὸς τὸν μακάριον Πορφύριον προσέπεσαν τοῖς ποσὶν αὐτοῦ αἰτούμενοι τὴν ἐν Χριστῷ σφραγῖδα. Ὁ δὲ μακάριος σφραγίσας αὐτοὺς καὶ ποιήσας κατηχουμένους ἀπέλυσεν ἐν εἰρήνῃ, παραγγείλας αὐτοῖς σχολάζειν τῇ ἁγίᾳ ἐκκλησίᾳ, καὶ μετ' ὀλίγον χρόνον κατηχήσας αὐτοὺς ἐβάπτισεν σὺν τῇ γυναικὶ καὶ τῷ βρέφει· ἐκάλεσαν δὲ τὸ ὄνομα αὐτοῦ Πορφύριον. Ἦσαν δὲ οἱ φωτισθέντες διὰ τὴν πρόφασιν τῆς γυναικὸς τὸν ἀριθμὸν ἑξήκοντα τέσσαρες. 32 Ὅσον δὲ ἔβλεπον οἱ τῆς εἰδωλομανίας πληθυνομένους τοὺς Χριστιανούς, ἠγριαίνοντο καὶ οὐ συνεχώρουν αὐτοῖς μετελθεῖν πολιτικῶν ὀφφικίων, ἀλλ' ὡς κακοῖς οἰκέταις ἐχρῶντο αὐτοῖς. Ὁρῶν δὲ πάλιν ὁ μακάριος Πορφύριος τὴν πολλὴν ἀδικίαν τῶν Χριστιανῶν καὶ μὴ φέρων, βλέπων δὲ αὐτοὺς ἐπηρεαζομένους, ἐξέρχεται ἐπὶ Καισάρειαν πρὸς τὸν μακάριον Ἰωάννην τὸν ἀρχιεπίσκοπον καὶ παρακαλεῖ αὐτὸν μετὰ δακρύων ἄνεσιν παρασχεῖν αὐτῷ· μηκέτι γὰρ δύνασθαι φέρειν ἔλεγεν τὰ ἄτοπα τὰ γινόμενα ὑπὸ τῶν Γαζαίων. Ὁ δὲ μακάριος Ἰωάννης ἀκούσας παρεκάλει αὐτὸν μακροθυμῆσαι καὶ ἀντέχεσθαι τῆς ἐπισκοπῆς.     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 10 33 Καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν αὐτῷ· Μαρτύρομαί σε ἐνώπιον τοῦ ἀοράτου θεοῦ καὶ τῆς ἐλπίδος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου πάσης κτίσεως καὶ τοῦ προσκυνητοῦ καὶ ζωοποιοῦ ἁγίου πνεύματος μὴ παριδεῖν τὴν αἴτησίν μου, ἵνα μὴ ἐκζητηθῇ παρ' ἡμῶν ἀπώλεια ψυχῶν ἀναριθμήτων. Ἀλλ' αἰτῶ σε, πάτερ, συμπλεῦσαί μοι ἐπὶ τὴν βασιλίδα πόλιν, ἵνα δεηθῶμεν τῶν βασιλέων τοῦ οὐρανίου βασιλέως ἐπινεύοντος καταστρέψαι τοὺς ναοὺς τῶν εἰδώλων. Ἀποκριθεὶς δὲ ὁ μακάριος Ἰωάννης εἶπεν αὐτῷ· Τέκνον, ἡ μὲν αἴτησις δικαία, ὁ δὲ καιρὸς οὐκ ἔστιν ἐπιτήδειος· ἡ γὰρ χειμέριος τροπὴ λοιπὸν ἐπιλαμβάνεται. Ἀπεκρίθη δὲ ὁ μακάριος Πορφύριος· Ἐὰν θέλῃ ἡμᾶς ὁ θεὸς εἶναι καὶ τὰ πλήθη Γάζης ἐπιστρέψαι, καὶ ἐν χειμῶνι δυνατός ἐστι σῷσαι. Σὺ δέ, πάτερ. θαρρῶν τῇ εὐσπλαγχνίᾳ αὐτοῦ θέλησον, καὶ ἔχομεν εὐοδωθῆναι. Λέγει αὐτῷ ὁ μακάριος Ἰωάννης· Τὸ θέλημα τοῦ Χριστοῦ γενηθήτω. 34 Ὡς δὲ ἔλαβεν συνταγὰς ὁ μακάριος Πορφύριος, γράφει μοι τὴν ταχίστην καταλαβεῖν τὴν Καισάρειαν καὶ ἀγαγεῖν μεθ' ἑαυτοῦ τρεῖς βίβλους καὶ τεσσαράκοντα τρία νομίσματα, ἅπερ ἔτυχεν περισσεῦσαι ἐκ τῆς προσόδου τῆς ἁγίας ἐκκλησίας. Ἐγὼ δὲ δεξάμενος τὰς ἐπιστολὰς καὶ λαβὼν τάς τε βίβλους καὶ τὰ νομίσματα, εὐθέως ἐξῆλθον, καὶ καταλαβὼν τὴν Καισάρειαν, εὗρον τοὺς ὁσιωτάτους ἐπισκόπους εὐτρεπιζομένους ἐπὶ τὸν πλοῦν, καὶ μετὰ δύο ἡμέρας ἀναχθέντες ἐπλεύσαμεν ἡμέρᾳ ὀγδόῃ καὶ εἰκάδι Γορπιαίου, κατὰ δὲ Ῥωμαίους Σεπτεμβρίῳ εἰκάδι τρίτῃ, καὶ τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ εὐπλοήσαντες, δι' ἡμερῶν δέκα κατήχθημεν εἰς Ῥόδον τὴν νῆσον. Ἦν δὲ τότε ἐν τῇ νήσῳ εἰς τὰ ἀπόστροφα αὐτῆς μονάζων τις ὀνόματι Προκόπιος, ὃς νῦν μετ' ἀγγέλων ἐστι συναρίθμιος· ἐκοιμήθη γὰρ ἀπὸ ἐτῶν πέντε, ζήσας βίον ἄμεμπτον ἔν τε νηστείαις καὶ ἀγρυπνίαις καὶ τῇ ἄκρᾳ ἀκτημοσύνῃ, ἔσχεν δὲ καὶ προφητικὸν χάρισμα καὶ τὴν κατὰ δαιμόνων ἀπέλασιν. Καταχθέντες δὲ ἡμεῖς ἐν τῇ Ῥόδῳ, ὡς εἴρηται, καὶ ἀκούσαντες περὶ τῆς πολιτείας τοῦ ἁγίου ἀνδρός, ἀναγκαῖον ἐνομίσαμεν μὴ παρόδῳ χρήσασθαι, ἀλλ' ἀπολαῦσαι τῆς ἀγγελικῆς αὐτοῦ συνουσίας, καὶ ἐρωτήσαντες ποῦ τὴν καταμονὴν εἶχεν, ἐπορεύθημεν πρὸς αὐτὸν παραπλεύσαντες ἐν ἀκατίῳ, καὶ φθάσαντες ἐκρούσαμεν τὴν θύραν. Εὐθέως δὲ ἐξελθὼν δι' ἐαυτοῦ ἤνοιξεν ἡμῖν, καίτοι ἔχων ἄλλον παρ' αὑτῷ μαθητήν. 35 Ὡς δὲ ἐθεάσατο τοὺς ὁσιωτάτους ἐπισκόπους, πεσὼν ἐπὶ πρόσωπον προσεκύνησεν αὐτούς, εἶτα ἀναστὰς κἀμὲ κατεφίλησεν καὶ τὸν θεοσεβῆ Εὐσέβιον τὸν διάκονον, ὃν μεθ' ἑαυτοῦ ἤγαγεν ὁ ὅσιος Ἰωάννης ὁ ἀρχιεπίσκοπος, καὶ εἰσαγαγὼν ἡμᾶς εἰς τὸ εὐκτήριον ὑπεχώρησεν εἰς τὰ ὀπίσω, δοὺς τὸν ἔμπροσθεν τόπον τοῖς μακαριωτάτοις ἐπισκόποις εἰπών· Ὑμῖν πρέπει τοῖς ἱερεῦσιν τὸν ἔμπροσθεν τόπον ἔχειν, ἐμοὶ δὲ τῷ ταπεινῷ καὶ μηδὲ ἠξιωμένῳ χειροτονίας τὸν ὀπίσω. Τότε ἔγνωμεν ὅτι διορατικὸς ὑπῆρχεν ὁ ὁσιώτατος Προκόπιος· μηδέποτε γὰρ θεασάμενος ἡμᾶς μήτε ἀκούσας περὶ ἡμῶν, ἔγνω διὰ τοῦ πνεύματος ὅτι ἐπίσκοποι ἐτύγχανον οἱ περὶ τοὺς μακαριωτάτους Ἰωάννην καὶ Πορφύριον. ∆ιὸ καὶ τὴν προτίμησιν τῆς εὐχῆς ἔδωκεν αὐτοῖς. Εἶτα μετὰ τὴν εὐχὴν ἐκαθίσαμεν, καὶ ὁμιλήσας ἡμῖν πολλὰ ψυχωφελῆ ἠρώτα τὴν αἰτίαν τοῦ σκυλμοῦ. Ὁ δὲ μακάριος Πορφύριος ἅπαντα αὐτῷ διηγήσατο τὰ κατὰ τοὺς Γαζαίους, πῶς ἐμμανῶς ἔχουσι περὶ τὰ εἴδωλα καὶ ὁπόσα δεινὰ οἱ Χριστιανοὶ πάσχουσιν παρ' αὐτῶν καὶ ὅτι χάριν τούτου ἀπέρχονται δεηθῆναι τῶν βασιλέων καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων. 36 Ἀκούσας δὲ ὁ ἐν ἁγίοις Προκόπιος ὁ ἀναχωρητὴς καὶ δακρύσας εἶπεν· Κύριε Ἰησοῦ Χριστέ, ἐπίστρεψον τοὺς δούλους σου ἀπὸ τῆς διαβολικῆς ἀπάτης ἐπὶ τὴν πεφωτισμένην σου πίστιν. Εἶτα λέγει πρὸς τοὺς ὁσιωτάτους ἐπισκόπους· Μὴ ἀθυμήσητε, πατέρες· ὁ γὰρ θεὸς ὁ γινώσκων τὸν ζῆλον τῆς πίστεως ὑμῶν ἔχει εὐοδῶσαι ὑμῖν καὶ δοῦναι πάντα τὰ καταθύμια ὑμῖν. ∆εῦτε οὖν παραινέσω ὑμῖν ἃ ὁ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 11 κύριος ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώσει. Ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον, πρῶτον συντύχετε τῷ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήσεις ποιήσασθε πρὸς τὸν θεὸν καὶ ἀνάθεσθε αὐτῷ τὸ πρᾶγμα, καὶ ἔχει ὑμῖν συμβουλεῦσαι καὶ αὐτὸς ὃ ἀποκαλύπτει αὐτῷ ὁ κύριος. Λαλῆσαι γὰρ οὐ δύναται ἐν τῷ παλατίῳ, ἐπειδὴ ἡ βασίλισσα Εὐδοξία λυπεῖται κατ' αὐτοῦ. Αὐτὸς οὖν παρατίθεται ὑμᾶς Ἀμαντίῳ τῷ κουβικουλαρίῳ τῆς δεσποίνης, ἀνθρώπῳ θεοσεβεῖ καὶ τιμῶντι τὸ πρόσχημα τῶν ἱερέων, καὶ αὐτὸς εἰσάγει ὑμᾶς πρὸς τὴν βασίλισσαν, καὶ ὅταν εἰσέλθητε πρὸς αὐτήν, εὐμενῶς ἔχει δέξασθαι ὑμᾶς. Ἀνάθεσθε οὖν αὐτῇ τὸ πᾶν πρᾶγμα καὶ συντάξασθε αὐτῇ καὶ ἐξέλθατε. Ἐν δὲ τῇ δευτέρᾳ εἰσόδῳ, μετὰ τὸ ὑμᾶς ὑπομνῆσαι αὐτὴν χάριν τοῦ πράγματος, εἴπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰς τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ἐὰν σπουδάσῃς εἰς τὸ παρὸν πρᾶγμα, ἔχει δοῦναί σοι τέκνον ἄρρεν. Ἀκούσασα δὲ τοῦτο περιχαρὴς ἔχει γενέσθαι (ἔστιν γὰρ ἐγκύμων καὶ οὗτος μήν ἐστιν ἔνατος τῆς κυήσεως αὐτῆς) καὶ ἔχει πάντα πρᾶξαι εἰς τὸ ποιῆσαι τὸ πρᾶγμα ὑμῶν, θεοῦ ἐπινεύοντος. 37 Ἡμεῖς δὲ ἀκούσαντες τὸν λόγον τοῦ ἁγίου ἀνδρὸς καὶ πιστεύσαντες οἷς ἐλάλησεν, λαβόντες παράθεσιν ἐξήλθομεν, καὶ ἀναχθέντες ἐκείνῃ τῇ ἡμέρᾳ ἐπλεύσαμεν, καὶ δι' ἄλλων ἡμερῶν δέκα ἐφθάσαμεν τὸ Βυζάντιον, καὶ λαβόντες ξενίαν τῇ ἑξῆς ἐπορεύθημεν πρὸς τὸν ὁσιώτατον ἐπίσκοπον Ἰωάννην. Γνοὺς δὲ τίνες ἐσμὲν ἐδέξατο ἡμᾶς μετὰ πολλῆς τιμῆς καὶ θεραπείας. Ἐπηρώτησεν δὲ ἡμᾶς δι' ἣν αἰτίαν σκυλμὸν ὑπεμείναμεν, καὶ διηγησάμεθα αὐτῷ, καὶ γνοὺς ἀνεμνήσθη ὅτι καὶ πρὸ χρόνου τοῦτο διὰ γραμμάτων ἐδεήθημεν, καὶ ἐπιγνούς με φιλοφρόνως ἠσπάσατο. Παρεκάλει δὲ ἡμᾶς μὴ ἀθυμῆσαι, ἀλλ' ἔχειν τὰς ἐλπίδας εἰς τὰ ἐλέη τοῦ θεοῦ. Εἶπεν δὲ πρὸς ἡμᾶς· Ἐγὼ μὲν οὐκ ἰσχύω τῷ βασιλεῖ λαλῆσαι· παρώργισεν γὰρ αὐτὸν κατ' ἐμοῦ ἡ βασίλισσα, διότι ἐνεκάλεσα αὐτῇ χάριν κτήματος οὗ ἐπιθυμήσασα ἀφήρπασεν. Καὶ ἐμοὶ μὲν εἰς τοῦτο οὐ μέλει ὅτι ὀργίζεται οὐδὲ φροντίζω, ἑαυτοὺς γὰρ ἔβλαψαν, οὐκ ἐμέ· κἂν γὰρ βλάψωσίν μου τὸ σῶμα, τὴν ψυχήν μου πολλῷ πλέον ὠφελοῦσιν· ὅμως δὲ τοῦτο καταλείψωμεν τῇ εὐσπλαγχνίᾳ τοῦ θεοῦ. Περὶ δὲ τοῦ ὑμετέρου πράγματος, εἰ δόξει τῷ κυρίῳ, αὔριον μεταπέμπομαι τὸν εὐνοῦχον Ἀμάντιον, καστρήσιον ὄντα τῆς βασιλίσσης, πολλὰ δυνάμενον παρ' αὐτῇ καὶ ὄντως δοῦλον θεοῦ, καὶ ἀνατίθημι αὐτῷ τὸ πρᾶγμα, καὶ πάνυ ἔχει σπουδάσαι, τοῦ Χριστοῦ ἐπινεύοντος. Ἡμεῖς δὲ λαβόντες τοιαύτας συνταγὰς καὶ παράθεσιν, ἐπορεύθημεν εἰς τὴν ξενίαν ἡμῶν. 38 Τῇ δὲ ἑξῆς ἀπήλθομεν πρὸς τὸν ὅσιον καὶ εὑρίσκομεν παρ' αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίσας τοῦ ἡμετέρου πράγματος, μεταπεμψάμενος αὐτὸν καὶ διδάξας τὰ καθ' ἡμᾶς. Ὡς δὲ εἰσήλθομεν καὶ ἔγνω ὁ Ἀμάντιος ὅτι ἡμεῖς ἐσμεν περὶ ὧν αὐτῷ ἐλάλησεν, ἀναστὰς προσεκύνησεν τοὺς ὁσιωτάτους ἐπισκόπους, κλίνας τὸ πρόσωπον εἰς τὴν γῆν, κἀκεῖνοι δὲ γνόντες τίς ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφίλησαν. Ἐπέτρεψεν δὲ καὶ αὐτοῖς ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Ἰωάννης ἐκ στόματος διδάξαι τὸν κουβικουλάριον τὸ κατ' αὐτοὺς πρᾶγμα. Ὁ δὲ ὁσιώτατος Πορφύριος πάντα αὐτῷ διηγήσατο τὰ κατὰ τοὺς εἰδωλολάτρας, πῶς παρρησίᾳ ποιοῦσι τὰ ἀθέμιτα καὶ πῶς καταπονοῦσι τοὺς Χριστιανούς. Ὃ δὲ ἀκούων ἐδάκρυεν, καὶ ἐμπιπλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖς· Μὴ ἀθυμήσητε, πατέρες· ἔχει γὰρ ὁ δεσπότης Χριστὸς ὑπερασπίσαι τῆς θρησκείας αὐτοῦ. Εὔξασθε οὖν ὑμεῖς καὶ διαλέγομαι τῇ αὐγούστῃ, καὶ ἐλπίζω εἰς τὸν τῶν ὅλων θεὸν ὅτι συνήθως ποιεῖ τὸ ἔλεος αὐτοῦ. Εἰσφέρω δὲ καὶ ὑμᾶς τῇ ἑξῆς πρὸς αὐτὴν καὶ διδάσκετε αὐτὴν ἐκ στόματος ὅσα βούλεσθε, ἔχετε δὲ αὐτὴν προδιδαγμένην εὑρεῖν ὑπ' ἐμοῦ. Εἰπὼν δὲ ταῦτα, συνταξάμενος ἡμῖν ἀπῆλθεν, καὶ ἡμεῖς δὲ διαλεχθέντες πολλὰ πνευματικὰ μετὰ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Ἰωάννου καὶ λαβόντες παράθεσιν ἀνεχωρήσαμεν.     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 12 39 Τῇ δὲ ἑξῆς μεταπέμπεται ἡμᾶς ὁ Κουβικουλάριος Ἀμάντιος διὰ δύο δεκανῶν ἀπελθεῖν εἰς τὸ παλάτιον, καὶ ἀναστάντες σπουδῇ ἐπορεύθημεν. Εὕραμεν δὲ αὐτὸν περιμένοντα ἡμᾶς, καὶ λαβὼν τοὺς δύο ἐπισκόπους εἰσήγαγεν πρὸς τὴν αὐγοῦσταν Εὐδοξίαν. Ὡς δὲ ἐθεάσατο αὐτούς, προησπάσατο εἰποῦσα· Εὐλογήσατε, πατέρες, κἀκεῖνοι δὲ προσεκύνησαν αὐτήν. Ἐκαθέζετο δὲ ἐπὶ χρυσῆς κλίνης, καὶ λέγει αὐτοῖς· Σύγγνωτέ μοι, ἱερεῖς τοῦ Χριστοῦ, διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην τῆς γαστρός· ἐχρεώστουν γὰρ εἰς τὸ πρόθυρον ὑπαντῆσαι τῇ ὑμῶν ὁσιότητι. Ἀλλὰ διὰ τὸν κύριον εὔξασθε ὑπὲρ ἐμοῦ, ἵνα ἀπόθωμαι τὸ ἐν τῇ γαστρὶ μετὰ φιλανθρωπίας. Οἱ δὲ ὁσιώτατοι ἐπίσκοποι θαυμάσαντες τὴν συγκατάβασιν αὐτῆς εἶπαν· Ὁ εὐλογήσας τὴν μήτραν τῆς Σάρας καὶ τῆς Ῥεβέκκας καὶ τῆς Ἐλισάβετ εὐλογήσει τὸ ἐν τῇ γαστρί σου καὶ ζωώσει. 40 Ὡς δὲ καὶ ἄλλα ῥήματα πνευματικὰ ἐλάλησαν, λέγει αὐτοῖς· Ἔγνων διὰ τί ἐσκύλητε· προεδίδαξέν με γὰρ Ἀμάντιος ὁ καστρήσιος. Εἰ δὲ καὶ ὑμεῖς θέλετέ με διδάξαι, κελεύσατε, πατέρες. Ἐπιτραπέντες δὲ ἅπαντα τὰ κατὰ τοὺς εἰδωλομανεῖς ἐδίδαξαν, πῶς ποιοῦσιν ἀφόβως τὰ ἀνόσια καὶ πῶς καταδυναστεύουσι τοὺς Χριστιανούς, μὴ συγχωροῦντες μετελθεῖν ὀφφικίων πολιτικῶν μηδὲ τὰ χωρία αὐτῶν γεωργηθῆναι, ἐξ ὧν τὰ δημόσια τελοῦσιν τῷ ὑμετέρῳ κράτει. Ἀκούσασα δὲ ἡ βασίλισσα εἶπεν· Μὴ ἀθυμήσητε, πατέρες· ἐλπίζω γὰρ εἰς τὸν δεσπότην Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πείθω τὸν βασιλέα ποιῆσαι τὰ πρέποντα τῇ ἁγίᾳ ὑμῶν πίστει καὶ ὑμᾶς τεθεραπευμένους ἔνθεν ἀπολῦσαι. Ἀπέλθατε οὖν γενέσθαι ἑαυτῶν (ἐστὲ γὰρ ἀπὸ κόπου) καὶ εὔξασθε ἵνα συνεργήσῃ ὁ θεὸς τῇ αἰτήσει μου. Εἰποῦσα δὲ ταῦτα ἐκέλευσεν χρήματα ἐνεχθῆναι, καὶ λαβοῦσα ἀνὰ τρεῖς δράκας δέδωκεν τοῖς ὁσιωτάτοις ἐπισκόποις εἰποῦσα· Λάβετε τέως ταῦτα εἰς δαπανήματα. Οἱ δὲ ἐπίσκοποι δεξάμενοι, καὶ πολλὰ αὐτὴν εὐλογήσαντες ἐξῆλθον. Ἐξερχόμενοι δὲ τὰ πολλὰ τῶν νομισμάτων διέδωκαν τοῖς ἐφισταμένοις ταῖς θύραις δεκανοῖς, ὡς ὀλίγα μετ' αὐτῶν ὑπολειφθῆναι. 41 Ἡ δὲ βασίλισσα, εἰσελθόντος τοῦ βασιλέως πρὸς αὐτήν, ἐδίδαξεν αὐτὸν τὸ κατὰ τοὺς ἐπισκόπους πρᾶγμα, ᾔτει δὲ αὐτὸν καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων Γάζης. Ὁ δὲ βασιλεὺς ἀκούσας ἐδυσχέρανεν εἰπών· Οἶδα ὅτι ἡ πόλις ἐκείνη κατείδωλός ἐστιν, ἀλλ' εὐγνωμονεῖ περὶ τὴν εἰσφορὰν τῶν δημοσίων πολλὰ συντελοῦσα. Ἐὰν οὖν αἰφνιδιάσωμεν αὐτοὺς τῷ φόβῳ, φυγῇ χρήσονται καὶ ἀπόλλομεν τοσοῦτον κανόνα. Ἀλλ' εἰ δοκεῖ, κατὰ μέρος θλίβομεν αὐτούς, περιαιροῦντες τὰς ἀξίας τῶν εἰδωλομανῶν καὶ τὰ ἄλλα πολιτικὰ ὀφφίκια, καὶ κελεύομεν τὰ ἱερὰ αὐτῶν κλεισθῆναι καὶ μηκέτι χρηματίζειν. Ἐπὰν γὰρ θλιβῶσιν εἰς πάντα στενούμενοι, ἐπιγινώσκουσιν τὴν ἀλήθειαν· τὸ γὰρ ὑπερβολὴν ἔχον αἰφνίδιον βαρὺ τοῖς ὑπηκόοις. Ἡ δὲ βασίλισσα ἀκούσασα ἐλυπήθη σφόδρα (ἦν γὰρ θερμὴ περὶ τὴν πίστιν), οὐκ ἀπεκρίθη δὲ τῷ βασιλεῖ ῥῆμα ἢ τοῦτο· Ὁ κύριος ἔχει βοηθῆσαι τοῖς δούλοις αὐτοῦ τοῖς Χριστιανοῖς, κἂν θέλωμεν ἡμεῖς κἂν μὴ θέλωμεν. Ταῦτα διηγήσατο ἡμῖν ὁ θεοσεβὴς Ἀμάντιος ὁ κουβικουλάριος. 42 Τῇ δὲ ἑξῆς μετεπέμψατο ἡμᾶς ἡ αὐγοῦστα, καὶ κατὰ τὸ ἔθος προασπασαμένη τοὺς ὁσίους ἐπισκόπους, ἐπέτρεψεν καθίσαι. Μετὰ δὲ τὸ λαλῆσαι πολλοὺς λόγους πνευματικοὺς λέγει αὐτοῖς· Ἐλάλησα τῷ βασιλεῖ καὶ μικρὸν ἐδυσχέρανεν. Ἀλλὰ μὴ ἀθυμήσητε· θεοῦ γὰρ θέλοντος, οὐκ ἔχω παύσασθαι ἕως ὅτε πληρωθῆτε καὶ ἐξέλθητε ἀνύσαντες τὸν κατὰ θεὸν ὑμῶν σκοπόν. Οἱ δὲ ἐπίσκοποι ἀκούσαντες προσεκύνησαν. Κατανυγεὶς δὲ ὁ ἐν ἁγίοις Πορφύριος ὁ ἡμέτερος, ἀναμνησθεὶς τοῦ λόγου τοῦ τρισμακαρίου Προκοπίου τοῦ ἀναχωρητοῦ, εἶπεν τῇ βασιλίσσῃ· Κοπώθητι, δέσποινα, διὰ τὸν Χριστόν, καὶ αὐτὸς ἔχει χαρίσασθαί σοι ἀντὶ τοῦ κόπου σου υἱὸν ὅστις ζήσει καὶ βασιλεύσει σοῦ ὁρώσης καὶ ἀπολαυούσης ἐπὶ ἔτη πολλά. Ἀκούσασα δὲ ἡ βασίλισσα τοῦ λόγου, ἐπλήσθη χαρᾶς καὶ ἐγένετο τὸ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 13 πρόσωπον αὐτῆς ἐρυθρὸν καὶ προσετέθη τῇ ὄψει κάλλος ὑπὲρ ὃ εἶχεν· τὰ γὰρ τῶν ἀδήλων φανεροῖ τὰ φαινόμενα. 43 Λέγει οὖν τοῖς ὁσιωτάτοις ἐπισκόποις· Εὔξασθε, πατέρες, ἵνα κατὰ τὸ ῥῆμα ὑμῶν, θεοῦ θέλοντος, γεννήσω τὸν ἄρρενα, καὶ ἐὰν τοῦτο γένηται, ἐπαγγέλλομαι ὑμῖν πάντα ὅσα αἰτεῖτε ποιεῖν. Καὶ ἄλλο δὲ ὃ οὐκ αἰτήσασθε μέλλω ποιεῖν, Χριστοῦ ἐπινεύοντος· ἁγίαν γὰρ ἐκκλησίαν κτίζω ἐν Γάζῃ εἰς τὸ μεσώτατον τῆς πόλεως. Ἀπέλθατε οὖν μετ' εἰρήνης καὶ ἡσυχάσατε εὐχόμενοι συνεχῶς ὑπὲρ ἐμοῦ ἵνα μετὰ φιλανθρωπίας τέκω· οὗτος γάρ ἐστιν ὁ μὴν ὁ ἔνατος καὶ ἐγγύς ἐστι τοῦ πληρῶσαι. Συνταξάμενοι οὖν οἱ ἐπίσκοποι καὶ παραθέμενοι αὐτὴν τῷ θεῷ ἐξῆλθον τοῦ παλατίου. Ἦν δὲ εὐχὴ ἵνα τέκῃ τὸν ἄρρενα· ἐπιστεύομεν γὰρ τῷ λόγῳ τοῦ ὁσίου Προκοπίου τοῦ ἀναχωρητοῦ. Καὶ καθ' ἡμέραν ἐπορευόμεθα πρὸς τὸν ἁγιώτατον Ἰωάννην τὸν ἀρχιεπίσκοπον καὶ ἀπελαύομεν τῶν ἁγίων αὐτοῦ λόγων τῶν γλυκυτέρων ὑπὲρ μέλι καὶ κηρίον. Ἤρχετο δὲ συνεχῶς πρὸς ἡμᾶς καὶ ὁ ἀείμνηστος Ἀμάντιος ὁ κουβικουλάριος, ποτὲ μὲν φέρων ἀποκρίσεις τῆς βασιλίσσης, ποτὲ δὲ καὶ χάριν συντυχίας. 44 Μετ' ὀλίγας δὲ ἡμέρας γεννᾷ ἡ βασίλισσα τὸν ἄρρενα, καὶ καλοῦσι τὸ ὄνομα αὐτοῦ Θεοδόσιον εἰς τὸ ὄνομα τοῦ αὐτοῦ πάππου Θεοδοσίου τοῦ Σπάνου, τοῦ συμβασιλεύσαντος Γρατιανῷ· ὁ δὲ γεννηθεὶς νέος Θεοδόσιος ἐν τῇ πορφύρᾳ ἐτέχθη, ὅθεν καὶ ἀπὸ λοχείας βασιλεὺς ἀνηγορεύθη. Ἐγένετο δὲ πολλὴ χαρμοσύνη ἐν τῇ πόλει, καὶ ἐπέμφθησαν εὐαγγελιζόμενοί τινες εἰς τὰς πόλεις καὶ δωρεαὶ καὶ χαρίσματα. Ἡ δὲ δέσποινα, ᾗ μόνον ἔτεκεν καὶ ἀνέστη ἐκ τοῦ λοχηφόρου δίφρου, ἀπέστειλεν πρὸς ἡμᾶς Ἀμάντιον, λέγουσα ἡμῖν δι' αὐτοῦ· Εὐχαριστῶ τῷ Χριστῷ ὅτι διὰ τῶν ὑμῶν ὁσίων εὐχῶν ἐχαρίσατό μοι ὁ θεὸς τὸν υἱόν. Εὔξασθε οὖν, πατέρες, τῇ ζωῇ αὐτοῦ κἀμοὶ δὲ τῇ ταπεινῇ ἵνα ἐκεῖνα πληρώσω ἃ ἐπηγγειλάμην ὑμῖν, πάλιν αὐτοῦ τοῦ Χριστοῦ θέλοντος, διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν. 45 Τῶν δὲ ἑπτὰ ἡμερῶν τῆς λοχείας πληρωθεισῶν, μεταπέμπεται ἡμᾶς, καὶ ἀπαντᾷ ἡμῖν εἰς τὴν θύραν τοῦ κουβουκλίου, βαστάζουσα καὶ τὸ βρέφος ἐν τῇ πορφύρᾳ. Ἔκλινεν δὲ τὴν κεφαλὴν εἰποῦσα· Εὐλογήσατε, πατέρες, ἐμὲ καὶ τὸ παιδίον ὃ ἐχαρίσατό μοι ὁ κύριος διὰ τῶν ὑμῶν ἁγίων εὐχῶν. Ἐπεδίδου δὲ καὶ τὸ βρέφος ἵνα αὐτὸ σφραγίσωσιν. Οἱ δὲ ὅσιοι ἐπίσκοποι καὶ αὐτὴν καὶ τὸ παιδίον ἐσφράγισαν τῇ τοῦ Χριστοῦ σφραγῖδι καὶ ποιήσαντες εὐχὴν ἐκάθισαν. Μετὰ δὲ τὸ λαλῆσαι αὐτοὺς πολλοὺς λόγους πεπληρωμένους κατανύξεως, λέγει πρὸς αὐτοὺς ἡ δέσποινα· Οἴδατε, πατέρες, τί ἐβουλευσάμην ποιῆσαι περὶ τοῦ ὑμετέρου πράγματος; Ὁ δὲ ἐμὸς κύριος Πορφύριος ἀποκριθεὶς εἶπεν· Ὅσα ἐβουλεύσω, κατὰ θεὸν ἐβουλεύσω· καὶ γὰρ ἐν ταύτῃ τῇ νυκτὶ ἀπεκαλύφθη τῇ ἐμῇ εὐτελείᾳ δι' ὁράματος· ἔδοξα γὰρ ἡμᾶς εἶναι ἐν Γάζῃ, ἑστάναι δὲ ἐν τῷ ἐκεῖσε εἰδωλείῳ τῷ καλουμένῳ Μαρνείῳ, καὶ τὴν σὴν εὐσέβειαν ἐπιδιδόναι μοι εὐαγγέλιον, καὶ λέγειν μοι· Λάβε ἀνάγνωθι. Ἐγὼ δὲ ἀναπτύξας εὗρον τὴν περικοπὴν ἐν ᾗ λέγει ὁ δεσπότης Χριστὸς τῷ Πέτρῳ· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς». Σὺ δέ, δέσποινα, ἀποκριθεῖσα εἶπες· Εἰρήνη σοι, ἴσχυε καὶ ἀνδρίζου. Καὶ ἐπὶ τούτοις διυπνίσθην, καὶ ἐκ τούτου πέπεισμαι ὅτι ἔχει ὁ υἱὸς τοῦ θεοῦ συνεργῆσαι τῇ σῇ προαιρέσει. Εἰπὲ δὲ ἡμῖν, δέσποινα, τί ἐβουλεύσω. 46 Ἡ δὲ βασίλισσα ἀποκριθεῖσα εἶπεν· Ἐὰν παραστῇ τῷ Χριστῷ, μετ' ὀλίγας ἡμέρας ἀξιοῦται τὸ παιδίον τοῦ ἁγίου βαπτίσματος. Ἀπελθόντες οὖν ποιήσατε ἱκεσίαν καὶ αἰτήσασθε τάξαντες ἐν αὐτῇ ὅσα δἂν βούλησθε, καὶ ὅταν ἐξέλθῃ τὸ βρέφος ἐκ τοῦ τιμίου βαπτίσματος, ἐπίδοτε τὴν ἱκεσίαν τῷ βαστάζοντι αὐτό, ἐγὼ δὲ προδιδάσκω αὐτὸν τί ποιῆσαι, καὶ ἐλπίζω εἰς τὸν υἱὸν τοῦ θεοῦ ὅτι ὅλον τὸ πρᾶγμα ἔχει οἰκονομῆσαι κατὰ τὸ θέλημα τῆς αὐτοῦ εὐσπλαγχνίας. Ἡμεῖς δὲ λαβόντες τοιαύτας συνταγάς, πολλὰ εὐλογήσαντες αὐτήν τε καὶ τὸ βρέφος, ἐξήλθαμεν καὶ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 14 ἀπελθόντες ἐποιήσαμεν τὴν ἱκεσίαν, πολλὰ τάξαντες ἐν τῷ χάρτῃ, οὐ μόνον καταστραφῆναι τὰ ἱερὰ τῶν εἰδώλων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ τοῖς Χριστιανοῖς καὶ πρόσοδον παρασχεθῆναι· ἦν γὰρ πενιχρὰ ἡ ἁγία ἐκκλησία. 47 Τῶν δὲ ἡμερῶν διαδραμουσῶν, ἐπέφθασεν ἡ ἡμέρα ἐν ᾗ ἔμελλεν φωτίζεσθαι ὁ νέος βασιλεὺς Θεοδόσιος. Ἐστεφανώθη δὲ πᾶσα ἡ πόλις καὶ ἐκοσμήθη ἔκ τε ὁλοσηρικῶν καὶ χρυσωμάτων καὶ ἄλλου παντοίου κόσμου, ὡς μὴ δύνασθαί τινα ἐξειπεῖν τὸν κόσμον τῆς πόλεως· ἀλλὰ καὶ τὰ πλήθη τῶν οἰκητόρων τὰ κυματώδη ἦν θεάσασθαι παντοίαις εἰδέαις ἱματίων ἐναλλάττοντα. Τῆς δὲ ἐμῆς δυνάμεως οὐκ ἔστιν φράσαι τὴν λαμπρότητα τοῦ κόσμου ἐκείνου, ἀλλ' ἐκείνων τῶν τὸν λόγον ἠσκημένων, ἐγὼ δὲ ἐπὶ τὴν παροῦσαν ἀληθῆ συγγραφὴν μετελεύσομαι. Βαπτισθέντος τοῦ νέου Θεοδοσίου καὶ ἐξελθόντος ἐκ τῆς ἐκκλησίας ἐπὶ τὸ παλάτιον, ἦν πάλιν θεάσασθαι τὴν ἀρετὴν τοῦ πλήθους τῶν προηγουμένων καὶ τὴν ἐξαστράπτουσαν αὐτῶν ἐσθῆτα· πάντες γὰρ ἐλευκοφόρουν, ὡς νομίζεσθαι τὸ πλῆθος ὑπὸ χιόνος πεπληρῶσθαι. Προηγοῦντο δὲ πατρίκιοι, ἰλλούστριοι καὶ πᾶσα ἀξία μετὰ τῶν στρατιωτικῶν ταγμάτων, πάντες κηροὺς βαστάζοντες, ὡς νομίζεσθαι ἐν τῇ γῇ ἄστρα φαίνεσθαι. Ἦν δὲ πλησίον τοῦ βασταζομένου βρέφους καὶ αὐτὸς ὁ βασιλεὺς Ἀρκάδιος, ἔχων τὸ πρόσωπον ἱλαρὸν καὶ ἔκλαμπρον πλέον ἧς ἐφόρει πορφύρας, εἷς δὲ τῶν μεγιστάνων ἐβάσταζεν τὸ βρέφος ἐν λαμπρᾷ ἐσθῆτι. Ἡμεῖς δὲ ἐθαυμάσαμεν ὁρῶντες τὴν τοσαύτην δόξαν. Λέγει δὲ ἡμῖν ὁ ἐν ἁγίοις Πορφύριος· Εἰ τὰ γήϊνα καὶ μετ' ὀλίγον ἀφανιζόμενα τοιαύτην ἔχει δόξαν, πόσῳ τὰ ἐπουράνια τὰ ἡτοιμασμένα τοῖς ἀξίοις, ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; 48 Ἔστημεν δὲ ἡμεῖς εἰς τὸ πρόθυρον τῆς ἁγίας ἐκκλησίας ἔχοντες καὶ τὸν χάρτην τῆς ἱκεσίας, καὶ ὡς ἐξῆλθεν ἐκ τοῦ βαπτίσματος, ἀνεβοήσαμεν εἰπόντες· ∆εόμεθα τῆς σῆς εὐσεβείας, προτείνοντες καὶ τὸν χάρτην. Θεασάμενος δὲ ὁ τὸ παιδίον βαστάζων καὶ γινώσκων τὸ καθ' ἡμᾶς πρᾶγμα (προεδιδάχθη γὰρ ὑπὸ τῆς δεσποίνης), ἐκέλευσεν τὸν χάρτην δεχθῆναι καὶ ἐπιδοθῆναι αὐτῷ, καὶ δεξάμενος ἔστη. Ἐκέλευσεν δὲ ἡσυχίαν γενέσθαι καὶ λύσας μέρος ἀνέγνω καὶ εἱλίξας ὑπέβαλεν τὴν χεῖρα τῇ κεφαλῇ τοῦ βρέφους καὶ ὑποκλίνας αὐτὴν ἐπὶ πάντων ἔκραξεν· Ἐκέλευσεν τὸ κράτος αὐτῶν γενέσθαι τὰ ἐν τῇ ἱκεσίᾳ. Πάντες δὲ θεασάμενοι ἐθαύμασαν καὶ προσεκύνουν τὸν βασιλέα, μακαρίζοντες αὐτὸν ὅτι ἠξιώθη ἰδεῖν ἐν τῇ ζωῇ αὐτοῦ υἱὸν βασιλεύοντα· ἐγαυρία δὲ ἀκούων. Προηγγέλθη δὲ καὶ τῇ βασιλίσσῃ Εὐδοξίᾳ τὸ γενόμενον χάριν τοῦ αὐτῆς τέκνου, ἐχάρη δὲ καὶ γονυπετήσασα ηὐχαρίστησεν τῷ θεῷ. 49 Εἰσελθόντος δὲ τοῦ παιδίου ἐν τῷ παλατίῳ ὑπήντησεν αὐτῷ ἡ δέσποινα καὶ ἐδέξατο καὶ κατεφίλησεν, καὶ βαστάζουσα αὐτὸ ἠσπάσατο καὶ τὸν βασιλέα εἰποῦσα· Μακάριος εἶ, δέσποτα, ἐφ' οἷς ἑωράκασιν οἱ ὀφθαλμοί σου ἐν τῇ ζωῇ σου· καὶ ὁ βασιλεὺς ἔχαιρεν ἀκούων. Ἰδοῦσα δὲ αὐτὸν ἡ βασίλισσα ἱλαρὸν εἶπεν· Εἰ δοκεῖ, μάθωμεν τί περιέχει ἡ ἱκεσία, ἵνα πάντως γένηται τὰ ἐν αὐτῇ. Ὁ δὲ βασιλεὺς ἐκέλευσεν τὸν χάρτην ἀναγνωσθῆναι, καὶ ὡς ἀνεγνώσθη εἶπεν· Βαρεῖα μὲν ἡ αἴτησις, βαρυτέρα δὲ ἡ παραίτησις, ἐπειδὴ καὶ πρώτη ἐστὶν ἡ κέλευσις τοῦ ἡμετέρου υἱοῦ. Λέγει δὲ αὐτῷ ἡ δέσποινα· Οὐ μόνον πρώτη κέλευσις, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ προσχήματι, καὶ χάριν εὐσεβείας ἡ ἱκεσία καὶ ὑπὸ ὁσίων ἀνδρῶν αἰτηθεῖσα. Μόγις δὲ ὁ βασιλεὺς ἐπένευσεν, τῆς δεσποίνης πολλὰ ἐπιτιθεμένης αὐτῷ. Ταῦτα δὲ πάντα ἀπήγγειλεν ἡμῖν ὁ θεοφιλὴς Ἀμάντιος. 50 Τῇ δὲ ἑξῆς ἡμέρᾳ μεταπέμπεται ἡμᾶς ἡ βασίλισσα, καὶ κατὰ τὸ ἔθος προασπασαμένη τοὺς ὁσίους ἐπισκόπους, ἐκέλευσεν καθίσαι καὶ λέγει αὐτοῖς· Εὐχαῖς ὑμετέραις ἐνέβαλέν μοι ὁ θεὸς πῶς χρήσασθαι εἰς τὸ καθ' ὑμᾶς πρᾶγμα, καὶ συνεργείᾳ αὐτοῦ γέγονεν· ἐθεάσασθε δὲ ποίᾳ μεθόδῳ ἐχρησάμην. Ἀλλ' εἰ δοκεῖ, τῇ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 15 ἑξῆς μεταπέμπομαι τὸν κυαίστορα καὶ ἐπ' ὄψεσιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆς ἱκεσίας ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματος τῶν δύο βασιλέων, καὶ ἁπλῶς εἰπεῖν, πάντα ὅσα δἂν εἴπητε αὐτῷ ποιήσει. Οἱ δὲ ἐπίσκοποι καὶ τούτων ἀκούσαντες, πολλὰ ηὐλόγησαν αὐτὴν καὶ τὸν υἱὸν αὐτῆς καὶ τὸν βασιλέα, καὶ διαλεχθέντες καὶ ἄλλα ψυχωφελῆ, συνταξάμενοι ἐξῆλθον. Τῇ δὲ ἑξῆς μετεπέμψατο τὸν κυαίστορα καὶ ἡμᾶς, λέγει δὲ αὐτῷ· Λάβε τὸν χάρτην τοῦτον, καὶ κατὰ τὴν δύναμιν αὐτοῦ διατύπωσον θεῖον γράμμα. Ὁ δὲ κυαίστωρ δεξάμενος τὸν χάρτην, μετὰ σπουδῆς ὑπηγόρευσεν τὸ θεῖον γράμμα, παρόντων ἡμῶν. Ὑπεβάλομεν δὲ αὐτῷ ἀφορίσαι δοῦκας καὶ ὑπατικοὺς εἰς ἄμυναν καὶ τὰ τούτων τάγματα. 51 Ὡς δὲ ἐτελειώθη τὸ θεῖον γράμμα καὶ ὑπεγράφη, παρεκαλέσαμεν τὴν δέσποιναν ἵνα ἐγχειρισθῇ τὴν χρείαν ἀνὴρ τῶν περιφανῶν. Ἐπέτρεψεν δὲ Ἀμαντίῳ ζητῆσαι ἄνδρα ζηλωτὴν Χριστιανὸν τὸν ὀφείλοντα ἐγχειρισθῆναι. Πολλοὶ γὰρ τῶν ἐν ἀξίαις προσποιήτως εἶχον τὴν πίστιν, οὓς μετῆλθεν ἡ θεία δίκη· μαθόντες γὰρ οἱ βασιλεῖς ὅτι οὐκ ὀρθῶς ἔχουσιν περὶ τὴν ἄχραντον πίστιν, περιεῖλον αὐτοὺς τῶν ἀξιωμάτων καὶ ἐζημίωσαν σώματι καὶ χρήματι· ταῦτα δὲ πρὸ τούτου ἐπράχθη. Ὅθεν ἐπέτρεψεν ἡ αὐγοῦστα ὀρθόδοξον ἄνδρα ἐγχειρισθῆναι τὴν καθ' ἡμᾶς χρείαν. Ἐνεχειρίσθη δὲ Κυνήγιος οὕτω καλούμενος τοῦ κωνστιτουρίου, ἀνὴρ θαυμάσιος καὶ ζέων περὶ τὴν πίστιν. Προσκαλεσαμένη δὲ αὐτὸν ἡ αὐγοῦστα, παρήγγειλεν αὐτῷ πάντα τὰ εἰδωλεῖα ἕως ἐδάφους καταστρέψαι καὶ πυρὶ παραδοῦναι. Ἐχαρίσατο δὲ αὐτῷ καὶ ἀπὸ χειρὸς χρήματα εἰποῦσα· Λάβε εἰς δαπάνας, καὶ μηδὲν λάβῃς παρὰ τῶν ὁσιωτάτων ἐπισκόπων. ∆εξάμενος δὲ τὰς τοιαύτας ἐντολὰς παρὰ τῆς δεσποίνης ἐξῆλθεν γενόμενος προθυμότερος. 52 ∆ιατρίψαντες δὲ τὸ ὑπόλοιπον τοῦ χειμῶνος καὶ ποιήσαντες τὰς ἁγίας ἡμέρας τῆς πασχαλίας καὶ τὴν ἀναστάσιμον, εὐτρεπιζόμεθα ἐκπλεῦσαι. Παρεκαλέσαμεν δὲ τὸν θαυμάσιον Ἀμάντιον μηνῦσαι ἡμᾶς πρὸς τὴν δέσποιναν, ἵνα συνταξώμεθα αὐτῇ. Ὃ δὲ ἀκούσας, ἐλυπήθη διὰ τὸ ἡμᾶς μέλλειν ἐκπλεῖν· τοσοῦτον γὰρ ἡμᾶς ἠγάπησεν ὡς αὐτὸν παρακαλέσαι τὴν δέσποιναν ἀπολῦσαι αὐτὸν ὡς χάριν τοῦ εὔξασθαι εἰς τοὺς ἁγίους καὶ σεβασμίους τόπους. Ἐφοβήθη δὲ ἡ δέσποινα ἀπολῦσαι αὐτόν, ἵνα μὴ κατερχόμενος μονάσῃ καὶ ἀπομείνῃ ἐκεῖ· ἠπίστατο γὰρ τὸν βίον τοῦ ἀνδρός. Ἦν γὰρ κατὰ ἀλήθειαν ἄμεμπτος, πολλὰς ἐλεημοσύνας παρέχων καὶ διὰ παντὸς νηστεύων καὶ ξενοδοχῶν πολλοὺς καὶ συντρέχων εἰς τὰς εὐσεβεῖς χρείας. Τοσαῦτα μὲν περὶ τοῦ θεοφιλοῦς Ἀμαντίου. Ἐμήνυσεν δὲ ἡμᾶς πρὸς τὴν δέσποιναν, καὶ εἰσήλθομεν πρὸς αὐτήν, καὶ λέγει τοῖς ὁσιωτάτοις ἐπισκόποις· Πότε σὺν θεῷ πλέετε; Οἳ δὲ εἶπαν· ∆ιὰ τοῦτο εἰσήλθομεν, συντάξασθαι τῷ ὑμετέρῳ κράτει. Ἣ δὲ εἶπεν· ∆ιὰ παντὸς μνημονεύσατέ μου καὶ τοῦ ἐμοῦ τέκνου. 53 Εὐθέως δὲ ἐκέλευσεν χρήματα ἐνεχθῆναι, καὶ ἐνεχθέντων, εἶπεν τῷ κυρίῳ μου τῷ ἐπισκόπῳ Πορφυρίῳ· Λάβε, πάτερ, ταῦτα τὰ δύο κεντηνάρια, καὶ κτίσον ἣν συνεταξάμην κτίζειν ἁγίαν ἐκκλησίαν ἐν τῷ μέσῳ Γάζης, καὶ δήλωσόν μοι ἐὰν ἔτι δεηθῇς χρημάτων, καὶ εὐθέως ἀποστέλλω. Κτίσον δὲ καὶ ξενῶνα, ἵνα ὑποδέχῃ τοὺς ἀδελφοὺς τοὺς ἐνδημοῦντας τῇ σῇ πόλει καὶ χορηγῇς αὐτοῖς ἐπὶ τρεῖς ἡμέρας ἀναλώματα. ∆έδωκεν δὲ καὶ τῷ ὁσιωτάτῳ Ἰωάννῃ χρυσοῦς χιλίους καὶ τίμια σκεύη ἀμφοτέροις, εἰς δὲ ἀναλώματα δέδωκεν αὐτοῖς ἀνὰ ἐκατὸν χρυσοῦς. Ἤνυσεν δὲ καὶ ὁ προειρημένος ὁσιώτατος Ἰωάννης ὁ ἐπίσκοπος Καισαρείας ὅσα ἠβουλήθη προνόμια εἰς λόγον τῆς αὐτοῦ ἐκκλησίας. Καὶ ποιήσαντες εὐχήν, καὶ πολλὰ εὐλογήσαντες τήν τε δέσποιναν καὶ τὸν υἱὸν αὐτῆς καὶ τὸν βασιλέα, ἐξῆλθον. 54 Παρεκάλεσαν δὲ καὶ πρὸς τὸν βασιλέα εἰσελθεῖν, καὶ μηνυθέντες εἰσῆλθον. Ὁ δὲ βασιλεὺς ἐπηρώτα αὐτοὺς εἰς τελείως ἀπηλλάγησαν καὶ εἰ ἐχαρίσατο αὐτοῖς τινα ἡ αὐγοῦστα, αὐτοὶ δὲ εἶπαν ὅτι Τελείως ἀπηλλάγημεν, σῳζομένης τῆς εὐσεβείας ὑμῶν καὶ τῆς θεοφιλεστάτης ὑμῶν συμβίου καὶ τοῦ θεοφυλάκτου ὑμῶν     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 16 τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐστὶν τὰ χαρισθέντα ἡμῖν. Εὐθέως δὲ καὶ ὁ βασιλεὺς ἐκέλευσεν τοῖς ἐπάρχοις ληγατεῦσαι αὐτοῖς ἀπὸ δημοσίων Παλαιστίνης ἀνὰ χρυσοῦ λίτρας εἴκοσι. ∆έδωκεν δὲ καὶ αὐτὸς εἰς λόγον δαπανημάτων ἀνὰ δράκαν μίαν, ἅπερ εὑρέθησαν ἀνὰ νομισμάτων πεντήκοντα. Πολλὰ δὲ καὶ αὐτὸν εὐλογήσαντες ἐξῆλθον. Ἐποιήσαμεν δὲ ἐν τῇ πόλει ἄλλας ἡμέρας τρεῖς ἕως οὖ ἐλάβομεν τὴν ληγατιῶνα τῶν τεσσαράκοντα λιτρῶν, καὶ μετὰ τρεῖς ἡμέρας ἐμβαλόμενοι, ἐπλεύσαμεν τῇ κατὰ Γαζαίους Ξανθικοῦ τρίτῃ καὶ εἰκάδι, κατὰ δὲ Ῥωμαίους Ἀπριλλίου ὀκτωκαιδεκάτῃ. Ὁ δὲλαμπρότατος Κυνήγιος μεθ' ἡμᾶς ἐξῆλθεν, χρησάμενος τῷ δημοσίῳ δρόμῳ. 55 Ἐφθάσαμεν δὲ τὴν Ῥόδον δι' ἡμερῶν πέντε. Ἐγένετοδὲ ἡμῖν σπουδὴ ἀπελθεῖν πρὸς τὸν ἐν ἁγίοις Προκόπιον τὸν ἀναχωρητήν, καὶ πολλὰ παρακαλεσάντων ἡμῶν τὸν ναύκληρον ἐνδοῦναι ἡμῖν ὥρας τρεῖς, οὐκ ἐνδέδωκεν λέγων ὅτι Τοιοῦτον ἄνεμον οὐκ ἔχω εὑρεῖν ἐπιτήδειον. Ἡμεῖς δὲ αὐτῷ ἐλέγομεν ὅτι ∆ύνανται αἱ εὐχαὶ τοῦ ἁγίου ἀνδρὸς καὶ σῶσαι ἡμᾶς καὶ ἄνεμον ἐπιτήδειον δοῦναι ἡμῖν. Ὁ δὲ ναύκληρος ἐσκληρύνετο καὶ οὐκ ἐδέχετο ἡμῶν τὴν αἴτησιν, ἀλλ' ὑδρευσάμενοι ἀνήχθημεν. Ἐλυπούμεθα δὲ σφόδρα ἀποτυχόντες τοιαύτης συντυχίας. Ἐδεόμεθα οὖν αὐτοῦ διὰ προσευχῆς συγγνῶναι ἡμῖν καὶ εὔξασθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν καὶ τελειώσωμεν τὸ ἔργον ὃ ἐνεχειρίσθημεν. 56 Πλεύσαντες δὲ ἐκ τῆς Ῥόδου καὶ εὐπλοήσαντες ἐπὶ ἡμέρας δύο εὐδίας οὔσης, ἄφνω κινεῖται χειμών, ἄνεμοί τε καὶ ἀστραπαὶ καὶ βρονταὶ καὶ τρικυμίαι, καὶ ἐκορυφοῦτο τὰ κύματα καὶ ἐγίνετο ὡς ὄρη ὑψηλά, καὶ ὑψοῦτο τὸ πλοῖον ὡς ἡμᾶς νομίζειν φθάνειν τὰ νέφη. Ἦσαν δὲ κραυγαὶ καὶ δάκρυα καὶ δεήσεις πρὸς τὸν θεόν. Ἐπεκαλούμεθα δὲ καὶ τὰς εὐχὰς τοῦ ὁσίου Προκοπίου τοῦ ἀναχωρητοῦ. Καὶ γενομένης ἑσπέρας καὶ τοῦ χειμῶνος μὴ κοπάσαντος, ἄγρυπνοι διεμείναμεν πᾶσαν τὴν νύκταν ἐκείνην. Περὶ δὲ τὸν ὄρθρον ἐκ τῆς πολλῆς θλίψεως, μικρὸν ὕπνωσαν οἱ ὁσιώτατοι ἐπίσκοποι, καὶ ὁρᾷ κατὰ τοὺς ὕπνους ὁ ἐμὸς κύριος Πορφύριος τὸν ἐν ἁγίοις Προκόπιον τὸν ἀναχωρητὴν λέγοντα αὐτοῖς· Τὸν ναύκληρον κατηχήσατε καὶ ἀνασφραγίσατε (ἔστιν γὰρ τῆς Ἀρείου μυσαρᾶς αἱρέσεως) καὶ παρασκευάσατε αὐτὸν ἀναθεματίσαι Ἄρειον καὶ τὴν κακοπιστίαν αὐτοῦ, καὶ εὐθέως παύεται ὁ τοσοῦτος κλύδων. ∆ιὰ γὰρ τὸ εἶναι αὐτὸν τῆς εἰρημένης αἱρέσεως οὐ συνεχώρησεν ὑμῖν παραγενέσθαι πρός με. Ὅμως γε κατηχήσατε αὐτόν· δέξασθαι γὰρ ἔχει παρ' ὑμῶν τὸν ὀρθὸν λόγον. 57 Ταῦτα ἀκούσας ὁ ἡμέτερος ὅσιος Πορφύριος διυπνίσθη, καὶ προσκαλεσάμενος ἡμᾶς διηγήσατο τὰ ἐν τῷ ὕπνῳ. Εὐθέως δὲ καλέσαντες τὸν ναύκληρον εἴπαμεν αὐτῷ· Θέλεις σωθῆναί σου τὸ πλοῖον καὶ πάντας ἡμᾶς καὶ πρό γε πάντων τὴν ἑαυτοῦ ψυχήν; Ὃ δέ φησιν· Εἰς τοῦτο οὔ τε ἔστιν ἐρωτῆσαι. Εἶπαν δὲ αὐτῷ οἱ ἐπίσκοποι· Ἄρνησαι τὴν κακοπιστίαν σου καὶ πίστευσον εἰς τὴν ὀρθὴν καὶ καθολικὴν πίστιν, καὶ σῴζῃ σὺ καὶ τὸ πλοῖον καὶ πάντες ἡμεῖς· Λέγει αὐτοῖς ὁ ναύκληρος· Ἐπειδὴ ὁρῶ ὑμᾶς ἔχοντας πρόγνωσιν (κατελάβετε γὰρ τὰ ἐν τῇ καρδίᾳ μου τινὸς μὴ ἀπαγγείλαντος ὑμῖν), ἰδοὺ λέγω ὑμῖν· πιστεύω ὡς πιστεύετε καὶ ἀρνοῦμαι τὴν αἵρεσιν Ἀρείου καὶ αὐτὸν τὸν Ἄρειον. Παρακαλῶ δὲ ὑμᾶς κατὰ σχολὴν φωταγωγῆσαί με ἐκ τῶν ἁγίων γραφῶν εἰς τὴν ὀρθὴν πίστιν. Οἱ δὲ ὅσιοι ἐπίσκοποι λαβόντες ἀνεσφράγισαν αὐτόν, ποιήσαντες ἐπ' αὐτῷ εὐχήν· μετέδωκαν δὲ αὐτῷ καὶ ἐκ τῶν θείων μυστηρίων. Ἐν τούτῳ δὲ καὶ ὁ κλύδων ἐπαύσατο, καὶ πρὸς ἑσπέραν ἐτράπη ὁ ἄνεμος, καὶ ἐπλέομεν ἐπιτηδείως, καὶ ποιήσαντες ἐν τῷ πελάγει ἄλλας ἡμέρας τέσσαρας, τῇ πέμπτῃ ὄρθρου κατεπλεύσαμεν εἰς τὸ παράλιον μέρος τῆς Γαζαίων, ὃ καλοῦσιν Μαϊουμᾶν. 58 Ὡς δὲ ἀπέβημεν, γνόντες οἱ ἐκεῖσε Χριστιανοί, ἐδέξαντο ἡμᾶς μετὰ ψαλμῳδίας, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τῆς πόλεως, ὡς ἤκουσαν, ὑπήντησαν ἡμῖν, ἔχοντες     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 17 τὸ σημεῖον τοῦ τιμίου σταυροῦ καὶ αὐτοὶ ψάλλοντες. Συνεμίγησαν δὲ οἱ τῶν δύο τόπων, καὶ ἐγένοντο οὐκ ὀλίγος λαός· πλείους γὰρ ἦσαν οἱ ἀπὸ τῆς παραλίου διὰ τὸ πολλοὺς ἔχειν Αἰγυπτίους ἐμπόρους οἴνων. Οἱ δὲ τῆς εἰδωλομανίας, ὁρῶντες τὰ γινόμενα, ἐπρίοντο, οὐδὲν δὲ ἐτόλμων ποιῆσαι, ἐπειδὴ προήκουσαν πόσην τιμὴν εἶχον οἱ ὁσιώτατοι ἐπίσκοποι παρὰ τοῖς βασιλεῦσιν καὶ ὅτι τὰ εἴδωλα ἤμελλον καταστρέφεσθαι, καὶ ἦσαν ἐν πολλῇ φροντίδι καὶ ἀθυμίᾳ. 59 Ὡς δὲ εἰσήλθομεν εἰς τὴν πόλιν περὶ τὸ καλούμενον τετράμφοδον, στήλη ἵστατο ἀπὸ μαρμάρου ἣν ἔλεγον εἶναι Ἀφροδίτης· ἦν δὲ ἐπάνω βωμοῦ λιθίνου, ὑπῆρχεν δὲ τὸ ἐκτύπωμα τῆς στήλης, γυναικὸς γυμνῆς ἐχούσης ὅλα τὰ ἄσχημα αὐτῆς φαινόμενα. Ἐτίμων δὲ τὴν στήλην πάντες οἱ ἀπὸ τῆς πόλεως, μάλιστα αἱ γυναῖκες λύχνους ἅπτουσαι καὶ λίβανον θυμιῶσαι. Ἐφήμιζον γὰρ περὶ αὐτῆς ὅτι χρηματίζει κατ' ὄναρ ταῖς βουλομέναις προσομιλῆσαι γάμῳ, ἠπάτων δὲ ἀλλήλας ψευδόμεναι. Ἐπιτραπέντες δὲ παρὰ τοῦ δαίμονος, πολλάκις χάριν συναλλαγῆς γάμου, τοσοῦτον ἀπέτυχον ὥστε καὶ εἰς διαζύγια αὐτοὺς ἐλθεῖν ἢ κακῶς συνοικῆσαι. 60 Ταῦτα δὲ ἔγνωμεν ἐκ τῶν ἀποστραφέντων τὴν πλάνην καὶ ἐπιγνόντων τὴν ἀλήθειαν· ἀλλὰ καί τινες τῶν εἰδωλολατρῶν, μὴ φέροντες τὰς συμφορᾶς τῶν χαλεπῶν συνοικεσίων ὧν ἐπετράπησαν κατὰ κέλευσιν τοῦ δαίμονος τῆς Ἀφροδίτης, ἀγανακτοῦντες ἐξομολογήσαντο τὴν ἀπάτην. Καὶ γὰρ τοιοῦτοι τυγχάνουσιν οἱ δαίμονες εἰς τὸ ἀπατᾶν καὶ μηδ' ὅλως ἀληθὲς λέγειν· οὔτε γὰρ ἔνεστιν αὐτοῖς τὸ βέβαιον εἰδέναι, ἀλλ' ἐξ εἰκότων φαντάζειν τοὺς καταδεδουλωμένους αὐτοῖς προσποιοῦνται. Πῶς γὰρ δύνανται ἀληθεύειν οἱ τῆς ἀληθείας ἐκπεπτωκότες; Εἰ δὲ καὶ ἐπιτύχωσιν εἴς τινα μαντευόμενοι, ἀπὸ συμβάντος τοῦτο γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων συμβαίνει πολλάκις τινὰ προειπεῖν ἕνεκεν πράγματος, καὶ ἀπὸ συμβάντος γενέσθαι. Εἰς τὰς οὖν ἐπιτυχίας τὰς σπανίως γινομένας ἀπὸ συμβάντος θαυμάζομεν, τὰς δὲ ἀποτυχίας δὲ συνεχῶς γινομένας σιωπῶμεν. Τοσαῦτα μὲν περὶ δαιμόνων καὶ τῆς πλάνης αὐτῶν. 61 Ἐκπλευσάντων δὲ ἡμῶν εἰς τὴν πόλιν, καθὼς εἴρηται, ὡς ἐφθάσαμεν τὸν τόπον ἔνθα ὑπῆρχεν τὸ εἰρημένον εἴδωλον τῆς Ἀφροδίτης (ἐβάσταζον δὲ Χριστιανοὶ τὸ τίμιον ξύλον τοῦ Χριστοῦ, τουτέστιν τὸν τύπον τοῦ σταυροῦ), ἑωρακὼς ὁ ἐνοικῶν δαίμων ἐν τῇ στήλῃ, μὴ φέρων ἰδεῖν τὸ φοβερὸν σημεῖον, ἐξελθὼν ἐκ τοῦ μαρμάρου μετὰ ἀταξίας πολλῆς, ἔρριψεν αὐτὴν τὴν στήλην καὶ συνέκλασεν αὐτὴν εἰς πολλὰ κλάσματα. Ἔτυχεν δὲ δύο ἄνδρας τῶν εἰδωλολατρῶν παρίστασθαι τῷ βωμῷ ἐν ᾧ ἵστατο ἡ στήλη, καὶ συμπεσοῦσα, τοῦ μὲν τὴν κεφαλὴν ἐδιχοτόμησεν, τοῦ δὲ τὸν ὦμον καὶ τὸν καρπὸν κατέκλασεν· ἵσταντο γὰρ ἀμφότεροι μυκτηρίζοντες τὸν ἅγιον λαόν. 62 Πολλοὶ δὲ τῶν Ἑλλήνων θεασάμενοι τὸ σημεῖον τὸ γενόμενον ἐπίστευσαν, καὶ συμμιγέντες τοῖς λαϊκοῖς συνεισῆλθον αὐτοῖς εἰς τὴν ἁγίαν ἐκκλησίαν τὴν ἐπώνυμον Εἰρήνην. Ἐγένετο δὲ χαρὰ μεγάλη τοῖς Χριστιανοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ κατὰ τρεῖς τρόπους· κατὰ πρώτην τάξιν ὅτι ἀπέλαβον τὸν ἱερέα ὑγιαίνοντα καὶ καταθυμίως πράξαντα, κατὰ δὲ τὴν δευτέραν ὅτι συνετρίβησαν οἱ θεοὶ τῶν ἐθνῶν καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς διασκορπιζόμενος ἀπὸ ἅλωνος θερινῆς, ἀλλὰ καὶ οἱ ὅμοιοι αὐτῶν συγκεκλασμένοι ἐγένοντο, πεποιθότες ἐπ' αὐτοῖς, κατὰ τὴν τρίτην δὲ τὴν μείζονα τῶν ἄλλων ὅτι καὶ ἐσώθησαν ψυχαὶ πλανώμεναι καὶ προσετέθησαν τῇ τοῦ Χριστοῦ ποίμνῃ. Σφραγίσας δὲ αὐτοὺς ὁ ἐπίσκοπος, ἀπέλυσεν μετ' εἰρήνης, παραγγείλας αὐτοῖς σχολάζειν ταῖς ἁγίαις προσευχαῖς. Ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες τριάκοντα δύο καὶ γυναῖκες ἑπτά. Ποιήσας δὲ ὁ ἀρχιεπίσκοπος Ἰωάννης ἄλλας δύο ἡμέρας ἐν Γάζῃ, ἐξῆλθεν ἐπὶ Καισάρειαν, πάντων τῶν Χριστιανῶν καὶ τοῦ ὁσίου ἐπισκόπου ἀποκαταστησάντων αὐτὸν ἕως δύο μιλίων.     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 18 63 Μετὰ δὲ δεκάτην ἡμέραν, κατέλαβεν ὁ θαυμάσιος Κυνήγιος, ἔχων μεθ' ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν στρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. Προέγνωσαν δὲ πολλοὶ τῶν εἰδωλολατρῶν καὶ ἐξῆλθον τῆς πόλεως, οἳ μὲν εἰς κώμας, ἄλλοι δὲ εἰς ἑτέρας πόλεις· ἦσαν δὲ οἱ πλείους τῶν πλουσίων τῆς πόλεως. Ἐμητάτευσεν δὲ τοὺς οἴκους τῶν φυγόντων ὁ εἰρημένος Κυνήγιος. Τῇ δὲ ἑξῆς προσκαλεσάμενος τοὺς τῆς πόλεως, παρόντων τοῦ τε δουκὸς καὶ τοῦ ὑπατικοῦ ἐνεφάνισεν αὐτοῖς τὰ βασιλικὰ γράμματα τὰ παρακελευόμενα ὥστε καταστραφῆναι τὰ εἰδωλεῖα καὶ πυρὶ παραδοθῆναι. Εὐθέως δὲ ἀκούσαντες οἱ εἰδωλολάτραι οἴμωξαν μεγάλῃ τῇ φωνῇ, ὥστε τοὺς ἄρχοντας ἀγανακτῆσαι καὶ μετὰ ἀπειλῆς ἐπιπέμψαι αὐτοῖς στρατιώτας τύπτοντας αὐτοὺς ῥάβδοις καὶ σκυτάλαις. 64 Οἱ δὲ Χριστιανοὶ μετὰ χαρᾶς μεγάλης ἀνευφήμουν τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας. Εὐθέως δὲ ὥρμησαν μετὰ τῶν ἀρχόντων καὶ τῶν ταγμάτων, καὶ κατέστρεψαν τὰ εἰδωλεῖα. Ἦσαν δὲ ἐν τῇ πόλει ναοὶ εἰδώλων δημόσιοι ὀκτώ, τοῦ τε Ἡλίου καὶ τῆς Ἀφροδίτης καὶ τοῦ Ἀπόλλωνος καὶτῆς Κόρης καὶ τῆς Ἑκάτης καὶ τὸ λεγόμενον Ἡρωεῖον καὶ τῆς Τύχης τῆς πόλεως, ὃ ἐκάλουν Τυχαῖον, καὶ τὸ Μαρνεῖον, ὃ ἔλεγον εἶναι τοῦ Κρηταγενοῦς ∆ιός, ὃ ἐνόμιζον εἶναι ἐνδοξότερον πάντων τῶν ἱερῶν τῶν ἁπανταχοῦ. Ἦσαν δὲ καὶ ἄλλα πλεῖστα εἴδωλα ἐν ταῖς οἰκίαις καὶ ἐν ταῖς κώμαις, ἅτινα οὐδεὶς ἠδύνατο καθυποβαλεῖν ἀριθμῷ· οἱ γὰρ δαίμονες δραξάμενοι τῆς προαιρέσεως τῶν Γαζαίων, ὡς εἰσὶν εὐμετάγωγοι, ἐπλήρωσαν τῆς πλάνης πᾶσαν αὐτῶν τὴν πόλιν καὶ περιοικίδα. Τοῦτο δὲ ὑπομένουσιν ἀπὸ πολλῆς ἁπλότητος. ∆ιὸ μεταφερόμενοι εἰς τὴν ἁγίαν πίστιν Χριστιανοὶ ζηλωταὶ γίνονται. Τοσαῦτα μὲν περὶ τῶν Γαζαίων. 65 Ἐπιτραπέντες οὖν οἱ στρατιῶται μετὰ τῶν Χριστιανῶν τῆς πόλεως καὶ τοῦ παραθαλαττίου αὐτῆς μέρους, ὥρμησαν ἐπὶ τὰ εἰδωλεῖα, καὶ πρῶτον βουληθέντες καταστρέψαι τὸ λεγόμενον Μαρνεῖον, ἀνεκρούσθησαν· οἱ γὰρ ἱερεῖς τοῦ εἰδωλείου ἐκείνου προακούσαντες, ἔσωθεν τὰς θύρας τοῦ ἐνδοτέρου ναοῦ λίθοις μεγάλοις προέφραξαν, καὶ καταγαγόντες εἰς τὰ λεγόμενα ἄδυτα ὅσα ἦν τῷ ἱερῷ τίμια σκεύη, ἔτι δὲ καὶ αὐτὰ τὰ ζῴδια τῶν θεῶν αὐτῶν, ἐκεῖ ἔκρυψαν, καὶ διὰ τῶν αὐτῶν ἀδύτων ἔφυγον δι' ἄλλων ἀνόδων· ἔλεγον γὰρ τὰ εἰρημένα ἄδυτα ἔχειν πολλὰς ἀνόδους εἰς διαφόρους τόπους. Ἀνακρουσθέντες οὖν, καθὼς προεῖπον, ἐτράπησαν ἐπὶ τὰ ἄλλα εἰδωλεῖα καὶ τὰ μὲν κατέστρεψαν, τὰ δὲ πυρὶ παρέδωκαν, ἁρπάσαντες πάντα τὰ ἐν αὐτοῖς σκεύη τίμια. Ἦν δὲ ὁ ἐν ἁγίοις Πορφύριος ἀναθεματίσας ἐν τῇ ἐκκλησίᾳ πάντα Χριστιανὸν πολίτην λαμβάνοντά τί ποτε ἐκ τῶν εἰδωλείων εἰς ἴδιον κέρδος· οὐδεὶς οὖν τῶν πολιτῶν τῶν πιστῶν ἐλάμβανεν οὐδέν, εἰ μὴ οἱ στρατιῶται καὶ οἱ παρεπίδημοι ἐκεῖσε εὑρεθέντες. Περιῆγον οὖν μετὰ τῶν λαϊκῶν ἄνδρες εὐλαβεῖς τοῦ κλήρου καὶ αὐτὸς ὁ ὅσιος ἐπίσκοπος Πορφύριος, ἀνακόπτοντες αὐτοὺς μηδὲν σφετερίσασθαι. Ἐποίησαν δὲ ἡμέρας δέκα καταστρέφοντες τοὺς ναοὺς τῶν εἰδώλων. 66 Μετὰ δὲ τὰς εἰρημένας ἡμέρας, ἐβουλεύσαντο καὶ περὶ τοῦ Μαρνείου πῶς αὐτῷ χρήσονται. Οἳ μὲν γὰρ ἔλεγον, κατασκαφῆναι αὐτό, ἄλλοι δὲ κατακαῆναι, ἄλλοι δὲ καθαρισθῆναι τὸν τόπον καὶ ἁγιασθῆναι εἰς ἐκκλησίαν θεοῦ, καὶ ἦν πολλὴ περὶ τούτου ἡ σκέψις. Τέλος δὲ ὁ ἐν ἁγίοις ἐπίσκοπος κηρύσσει νηστείαν τῷ λαῷ καὶ δέησιν, ἵνα ἀποκαλύψῃ αὐτοῖς ὁ κύριος πῶς δεῖ αὐτῷ χρήσασθαι, καὶ νηστεύσαντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ δεηθέντες τοῦ θεοῦ περὶ τούτου, ἑσπέρας ἐπετέλεσαν τὴν ἁγίαν σύναξιν. Τῆς δὲ συνάξεως ἐπιτελουμένης, παιδίον ὡς ἑπτὰ ἐνιαυτῶν, ἱστάμενον μετὰ τῆς ἰδίας μητρός, ἄφνω ἀνέκραξεν λέγον· Καύσατε τὸν ναὸν τὸν ἔνδον ἕως ἐδάφους· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιστα αἱ ἀνθρώπων θυσίαι. Τοιούτῳ δὲ τρόπῳ καύσατε αὐτόν. Ἀγάγετε ὑγρὰν πίσσαν θεῖόν τε καὶ στέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίσατε τὰς χαλκᾶς θύρας καὶ ἐπ' αὐτὰς τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτως πᾶς ὁ ναὸς καίεται· ἄλλως γὰρ οὐκ ἔστιν δυνατόν. Τὸν δὲ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 19 ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμᾶς ἐνώπιον τοῦ θεοῦ, ἄλλως μὴ γένηται· οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ ἐν ἐμοὶ λαλῶν· ταῦτα δὲ ἔλεγεν τῇ Σύρων φωνῇ. Ὡς δὲ ἤκουσαν πάντες ἐθαύμαζον καὶ ἐδόξαζον τὸν θεόν. 67 Ἦλθεν δὲ τὸ θαῦμα τοῦτο καὶ εἰς τὰς τοῦ ὁσίου ἐπισκόπου ἀκοάς, καὶ ἀνατείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν ἐδόξασεν τὸν θεὸν καὶ εἶπεν· ∆όξα σοι, πάτερ ἅγιε, ὅτι ἀπέκρυψας ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ταῦτα ἀπεκάλυψας νηπίοις. Ἐπέτρεψεν δὲ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ μετὰ τὴν ἀπόλυσιν τῆς ἐκκλησίας εὑρεθῆναι ἐν τῷ ἐπισκοπείῳ, καὶ ἀποχωρίσας τὸ παιδίον εἶπεν τῇ γυναικί· Ὁρκίζω σε κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰπεῖν εἰ καθ' ὑποβολὴν σὴν ἢ ἄλλου τινός, γινωσκούσης σου αὐτόν, τὸ παιδίον τὸ σὸν ἐφθέγξατο ἐκεῖνα ἃ εἶπεν περὶ τοῦ Μαρνείου. Ἡ δὲ γυνὴ ἀκούσασα εἶπεν· Παραδίδωμι ἐμαυτὴν τῷ φοβερῷ καὶ φρικτῷ βήματι τοῦ Χριστοῦ, εἰ προέγνων τί ποτε ὧν ἐφθέγξατο ὁ υἱός μου ἐν ταύτῃ τῇ ἡμέρᾳ. Ἀλλ' εἰ δοκεῖ σοι, ἰδοὺ τὸ παιδίον λαβὼν μετὰ ἀπειλῆς ἐξέτασον αὐτό, καὶ ἐὰν καθ' ὑποβολήν τινος ταῦτα λελάληκεν, φόβῳ ὁμολογεῖ, εἰ δὲ μηδὲν ἄλλο λαλήσει, δῆλόν ἐστιν ὅτι ὑπὸ πνεύματος ἁγίου ἐνεπνεύσθη. Ἀκούσας δὲ ὁ ἐπίσκοπος τὸν λόγον τῆς γυναικὸς καὶ ἐπαινέσας, εἶπεν ἀποχωρισθῆναι αὐτὴν πρὸς βραχὺ καὶ τὸ παιδίον εἰσενεχθῆναι, καὶ σταθέντος τοῦ παιδίου εἶπεν αὐτῷ· Τίς σοι ὑπέβαλεν φθέγξασθαι ἐν τῇ ἐκκλησίᾳ ἐκεῖνα ἃ ἐλάλησας χάριν τοῦ Μαρνείου; Τὸ δὲ παιδίον ἐσιώπα. Ἐπέτρεψεν δὲ ὁ ὁσιώτατος ἐπίσκοπος μάστιγα ἐνεχθῆναι καὶ ἀναταθῆναι τὸ παιδίον πρὸς τὸ φοβηθῆναι αὐτό. Ὁ δὲ τὴν μάστιγα κατέχων μετὰ φωνῆς ἀνέκραξεν λέγων· Τίς σοι εἶπεν λαλῆσαι; εἰπέ, ἵνα μὴ τῇ μάστιγι πληγῇς. Ὁ δὲ παῖς ἐνεὸς ἵστατο μηδὲν φθεγγόμενος. Τότε ἡμεῖς οἱ περὶ αὐτὸν τὰ αὐτὰ αὐτῷ ἐλέγομεν μετὰ ἀπειλῆς· ὃ δὲ ἦν ἀκίνητος. 68 Τέλος μετὰ τὸ παύσασθαι πάντας ἀνοίξας τὸ στόμα αὐτοῦ, ὁ παῖς εἶπεν τῇ ἑλληνικῇ διαλέκτῳ· Καύσατε τὸν ναὸν τὸν ἔνδον ἕως ἐδάφους· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιστα αἱ ἀνθρώπων θυσίαι. Τοιούτῳ δὲ τρόπῳ καύσατε αὐτόν. Ἀγάγετε ὑγρὰν πίσσαν καὶ θεῖον καὶ στέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίσατε τὰς χαλκᾶς θύρας καὶ ἐπ' αὐτὰς τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτως πᾶς ὁ ναὸς καίεται· ἄλλως γὰρ οὐκ ἔστιν δυνατὸν γενέσθαι. Τὸν δὲ ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Μαρτύρομαι ὑμᾶς πάλιν ἐνώπιον τοῦ θεοῦ, ἄλλως μὴ γένηται. Οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ ἐν ἐμοί. Ἐθαύμασεν δὲ ὁ ὁσιώτατος Πορφύριος καὶ πάντες οἱ σὺν αὐτῷ, ἀκούσαντες τῆς παρρησίας τοῦ παιδὸς καὶ πῶς εὐδιαιρέτως ὡμίλησεν. Προσκαλεσάμενος δὲ τὴν αὐτοῦ υἱὸς τὴν ἑλληνικὴν γλῶσσαν. ἣ δὲ διεβεβαιοῦτο ὅρκοις μηδὲ αὐτὴν μηδὲ τὸ αὐτῆς τέκνον εἰδέναι ἑλληνιστί. Ἀκούσας πάλιν ὁ ὁσιώτατος Πορφύριος ἐδόξασεν τὸν θεόν, καὶ ἀναγαγὼν τρία νομίσματα δέδωκεν τῇ γυναικί. Ὁ δὲ παῖς θεασάμενος τὰ νομίσματα ἐν τῇ χειρὶ τῆς αὐτοῦ μητρός, ἀνεβόησεν λέγων τῇ συριακῇ γλώσσῃ· Μὴ λάβῃς, μῆτερ, μὴ καὶ σὺ πωλήσῃς τὴν δωρεὰν τοῦ θεοῦ χρυσίῳ. Πάλιν δὲ ἀκούσαντες ὑπερεθαυμάσαμεν. Ἡ δὲ γυνὴ ἀπέδωκεν τὰ τρία νομίσματα εἰποῦσα τῷ ἐπισκόπῳ· Εὖξαι ὑπὲρ ἐμοῦ καὶ τοῦ ἐμοῦ τέκνου καὶ παράθου ἡμᾶς τῷ θεῷ. Ὁ δὲ ὅσιος ἐπίσκοπος ἀπέλυσεν αὐτοὺς μετ' εἰρήνης. 69 Ὄρθρου δὲ συναγαγὼν τοὺς εὐσεβεῖς κληρικοὺς καὶ τὸν φιλόχριστον λαόν, ἔτι δὲ καὶ τὸν θαυμάσιον Κυνήγιον καὶ τοὺς ἄρχοντας, εἶπεν αὐτοῖς πῶς ἀπεφθέγξατο τὸ παιδίον χάριν τοῦ Μαρνείου. Ἀκούσαντες δὲ ἐθαύμασαν, καὶ ὁμονοήσαντες εἶπαν ἵνα κατὰ τὸ ῥῆμα τοῦ παιδὸς οὕτως καυθῇ. Ἀγαγόντες οὖν τὴν ὑγρὰν πίσσαν καὶ τὸ θεῖον καὶ τὸ χοίρεον στέαρ καὶ μίξαντες τὰ τρία, ἔχρισαν τὰς     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 20 ἐνδοτέρας θύρας, καὶ ποιήσαντες εὐχὴν προσῆψαν τὸ πῦρ, καὶ εὐθέως διέλαβεν πᾶς ὁ ναὸς καὶ ἐκαύθη. Ὅσοι δὲ τῶν στρατιωτῶν καὶ τῶν ξένων ἠδύναντο, διήρπαζον ἐκ τοῦ πυρὸς ἃ ηὕρισκον, εἴτε χρυσὸν εἴτε ἄργυρον ἢ σίδηρον ἢ μόλιβδον. 70 Ἦν δὲ ἀνὴρ τῶν ἐκεῖσε ἐξάρχων τῶν στρατιωτῶν, ὃν τριβοῦνον καλοῦσιν, ἐφιστάμενος τῇ καύσει τοῦ ναοῦ· ἦν δὲ Χριστιανὸς κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ ἄδηλον τοῖς πολλοῖς, ἦν εἰδωλολάτρης. Οὗτος οὖν παριστάμενος καὶ ὁρῶν τήν τε καῦσιν καὶ τὴν διαρπαγὴν τὴν ὑπὸ τῶν στρατιωτῶν ἐπρίετο, καὶ προφάσει τῆς εὐταξίας αὐτῶν ἐμάστιζεν ἀφειδῶς ὃν ηὕρισκεν φέροντά τι τῶν σκύλων. Τούτων γινομένων καὶ καταφθαρέντων τῶν τοίχων ἐκ τοῦ πυρός, ἄφνω ξύλον καιόμενον ἐπιπίπτει τῷ τριβούνῳ καὶ διπλοῦν τὸν θάνατον ἐπάγει αὐτῷ· διαρρῆξαν γὰρ τὴν κεφαλὴν αὐτοῦ, τὸ ὑπόλοιπον σῶμα ἔκαυσεν. Καὶ εὐθέως οἵ τε πιστοὶ στρατιῶται καὶ οἱ τοῦ φιλοχρίστου λαοῦ γνόντες τὰ κατ' αὐτόν, ὅτι ἐπιρρεπὴς ἦν πρὸς τὰ εἴδωλα, ἐδόξασαν τὸν θεὸν καὶ εἶπαν ἐκεῖνον τὸν ψαλμὸν τὸν λέγοντα· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; Ἀνομίαν ὅλην τὴν ἡμέραν ἐλογίσατο ἡ γλῶσσά σου. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. ∆ιὰ τοῦτο ὁ θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε, καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων» καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Ἐπέμενεν δὲ τὸ ἱερὸν καιόμενον ἐπὶ πλείστας ἡμέρας. 71 Μετὰ δὲ ταῦτα καὶ τῶν οἰκιῶν ἐγένετο ἔρευνα. Πολλὰ γὰρ ὑπῆρχεν εἴδωλα ἐν πλείσταις αὐλαῖς, καὶ τὰ εὑρισκόμενα τὰ μὲν πυρὶ παρεδίδοντο, τὰ δὲ εἰς βόρβορον ἐρρίπτοντο. Εὑρίσκοντο δὲ καὶ βιβλία πεπληρωμένα γοητείας, ἅτινα ἱερὰ αὐτοὶ ἔλεγον, ἐξ ὧν τὰς τελετὰς καὶ τὰ ἄλλα ἀθέμιτα ἐποίουν οἱ τῆς εἰδωλομανίας, καὶ αὐτὰ δὲ ὁμοίως ἴσα τοῖς θεοῖς αὐτῶν ἔπασχον. 72 Προσέτρεχον δὲ πολλοὶ τῇ ἁγίᾳ πίστει, καὶ οἳ μὲν φόβῳ οἳ δὲ καταγινώσκοντες τῆς προτέρας ἑαυτῶν διαγωγῆς, πᾶσι δὲ τὰς θύρας ἤνοιγεν ἡ ἁγία ἐκκλησία· ἐμνημόνευε γὰρ τῆς ἁγίας γραφῆς τῆς λεγούσης· «Τῷ κρούοντι ἀνοιγήσεται καὶ ὁ ζητῶν εὑρίσκει» καὶ πάλιν· «Εἴτε προφάσει εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται». Ἔλεγον δὲ καί τινες τῶν πιστῶν τῷ ὁσίῳ ἐπισκόπῳ ὅτι οὐκ ἔδει δέξασθαι τοὺς διὰ φόβον προσεχομένους, ἀλλὰ τοὺς ἀγαθῇ προαιρέσει. 73 Ὁ δὲ ὅσιος ἐπίσκοπος ἔλεγεν πρὸς τοὺς ταῦτα λέγοντας· Εἰσὶν καὶ περιστατικαὶ ἀρεταὶ συμβαίνουσαι τοῖς ἀνθρώποις· ὥσπερ γὰρ οἰκέτην τις κεκτημένος ἀγνώμονα πρότερον νουθετεῖ αὐτὸν διὰ παντὸς εὐγνωμονῆσαι καὶ ἁπλῇ καρδίᾳ ἐξυπηρετήσασθαι, ἐπὰν δὲ οὐδαμῶς αὐτὸν εὕρῃ πειθόμενον τῇ νουθεσίᾳ, τότε λοιπὸν κατὰ ἀνάγκην τούτῳ ἐπάγει τὸν φόβον καὶ πληγὰς καὶ δεσμὰ καὶ ἄλλα τοιαῦτα, οὐ θέλων αὐτὸν ἀπολέσαι ἀλλὰ σῶσαι καὶ ἐπιγνῶναι τὸ δέον, τοιοῦτον καὶ τὸν θεὸν ὑπολάβετε μακροθυμοῦντα ἐπὶ τῇ ἀγνωμοσύνῃ ἡμῶν, πολλάκις δὲ παραινοῦντα ἡμῖν τὰ συμφέροντα διά τε γραφῶν καὶ ἄλλων ἁγίων ἀνδρῶν, ἡμῶν δὲ μὴ πειθομένων, θέλων ἐν πᾶσιν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος δεσπότης κτήσασθαι ἡμᾶς καὶ μὴ ἀπώσασθαι, τὸν φόβον αὐτοῦ καὶ τὴν παιδείαν ἐπάγει ἡμῖν, προσκαλούμενος ἡμᾶς μετ' ἀνάγκης ἐπιγνῶναι τὸ δέον. ∆ιὸ λέγει ἡ θεία γραφή· «Ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεόν». Καὶ πάλιν λέγει διὰ τοὺς ἀποσκιρτῶντας καὶ δυσαυχενοῦντας ἐκ τοῦ θεοῦ· «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ». Χρεία οὖν ἐστι, τέκνα μου, τὴν ἀνθρωπότητα ὑπομνῄσκεσθαι διά τε φόβων καὶ ἀπειλῶν καὶ παιδείας. ∆ιὰ τοῦτο πάλιν λέγει· «Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου». Ταῦτα δέ μοι εἴρηται διὰ τοὺς βουλομένους προσελθεῖν τῇ ἁγίᾳ ἡμῶν πίστει. Εἰ γὰρ καὶ διστάζοντες προσέλθωσιν, δύναται καὶ ὁ χρόνος αὐτοὺς μαλάξαι, Χριστοῦ ἐπινεύοντος. Ἵνα δὲ καὶ τὸ ἄλλο ἀπαγγείλω ὑμῖν,     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 21 ὅτι ἐὰν μὴ ὀφθῶσιν ἄξιοι τῆς πίστεως, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γενόμενοι δύνανται σωθῆναι συναναστρεφόμενοι τῷ ἀγαθῷ. 74 Ταῦτα εἰπὼν ὁ ὅσιος Πορφύριος καὶ πείσας τοὺς ἀδελφούς, πάντας τοὺς βουλομένους φωτισθῆναι ἐδέξατο, κατηχήσας αὐτοὺς ἐπὶ πολλὰς ἡμέρας οὐ μόνον πρὸ τοῦ βαπτίσματος, ἀλλὰ καὶ μετὰ ταῦτα· συνεχῶς γὰρ ἐδίδασκεν τὸν λόγον, οὐχ ὁμιλῶν κομπῷ λόγῳ θέλων ἐπιδείξασθαι, ἀλλ' ἁπλῇ φράσει διδάσκων, καὶ ἐπιλύων πάντα ἀπὸ τῆς γραφῆς. Προσετέθησαν οὖν τῇ τοῦ Χριστοῦ ποίμνῃ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ὡσεὶ ὀνόματα τριακόσια, καὶ ἐξ ἐκείνου καθ' ἕκαστον ἔτος αὔξησιν ἐπεδέχετο τὰ Χριστιανῶν. 75 Καυθέντος δὲ εἰς τέλος τοῦ Μαρνείου καὶ τῆς πόλεως κατασταθείσης, ἐβουλεύσατο ὁ μακάριος ἐπίσκοπος μετὰ τῶν ἀπὸ τοῦ εὐαγοῦς κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ ἁγίαν ἐκκλησίαν κτίσαι ἐν τῷ καυθέντι τόπῳ, καθὼς αὐτῷ ἀπεκαλύφθη ἡνίκα ἐτύγχανεν ἐν Κωνσταντινουπόλει, δι' ὃ καὶ τὰ χρήματα ἔλαβεν παρὰ τῆς θεοφιλεστάτης Εὐδοξίας τῆς βασιλίδος. Ἀπολύσας οὖν τούς τε ἄρχοντας καὶ τὸν φιλόχριστον λαόν, μέρος τῆς βοηθείας κατέσχεν διὰ τὸ μὴ γενέσθαι νεωτερισμόν τινα μετὰ τὴν αὐτῶν ἔξοδον, οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ συμβοηθῆσαι χάριν τοῦ συναγαγεῖν τὰς ὕλας τῆς οἰκοδομῆς τῆς εἰρημένης ἁγίας ἐκκλησίας. Συνεβούλευον οὖν τινες κτισθῆναι αὐτὴν κατὰ τὴν θέσιν τοῦ καυθέντος εἰδωλείου· στρογγυλοειδὲς γὰρ ὑπῆρχεν, περιβεβλημένον δυσὶν στοαῖς ἀλληλοεσωτέραις, τὸ δὲ μέσον αὐτοῦ ἦν ἀναφυσητὸν κιβώριον καὶ ἀνατεταμένον εἰς ὕψος, εἶχεν δὲ καὶ ἄλλα τινὰ ἃ τοῖς εἰδώλοις ἔπρεπεν, εὔθετα δὲ πρὸς τὰ γινόμενα παρὰ τῶν εἰδωλομανῶν μυσαρά τε καὶ ἀθέμιτα. Κατὰ ταύτην οὖν τὴν θέσιν ἔλεγόν τινες τὴν ἁγίαν κτισθῆναι ἐκκλησίαν, ἄλλοι δὲ ἀντέλεγον λέγοντες καὶ αὐτὴν τὴν μνήμην τῆς θέσεως ὀφείλειν περιαιρεθῆναι· οἱ δὲ τοῦτο λέγοντες ἔπειθον πάντας, ὡς καλῶς εἰπόντες· ὁ δὲ ὅσιος ἐπίσκοπος ἔλεγεν· Καὶ τοῦτο καταλείψωμεν τῇ βουλῇ τοῦ θεοῦ. Ἐν ὅσῳ δὲ καθαίρεται ὁ τόπος, καταλαμβάνει μαγιστριανὸς ἐπιφερόμενος βασιλικὰς ἐπιστολὰς τῆς ἀειμνήστου Εὐδοξίας, περιεῖχον δὲ τὰ γράμματα ἀσπασμὸν καὶ αἴτησιν εὐχῶν ὑπέρ τε αὐτῆς καὶ τῶν βασιλέων, τοῦ αὐτῆς ἀνδρὸς καὶ τοῦ τέκνου. Ἦν δὲ ἐν ἄλλῳ χάρτῃ, ἔσωθεν τῶν γραμμάτων, ὁ σκάριφος τῆς ἁγίας ἐκκλησίας σταυροειδὴς καθὼς νῦν σὺν θεῷ ὁρᾶται, καὶ περιεῖχον τὰ γράμματα ὥστε κατὰ τὸν σκάριφον κτισθῆναι τὴν ἁγίαν ἐκκλησίαν. Ἐχάρη δὲ ὁ ἐν ἁγίοις ἀναγνοὺς καὶ θεασάμενος τὸν σκάριφον· ἔγνω γὰρ ὅτι καὶ τοῦτο ἐγένετο κατὰ θείαν ἀποκάλυψιν, καὶ ἐμνήσθη τῆς γραφῆς λεγούσης· «Καρδία βασιλέως ἐν χειρὶ θεοῦ». Περιεῖχον δὲ τὰ γράμματα ἔτι καὶ κίονας πολυτίμους καὶ μάρμαρα μέλλειν πέμπεσθαι. 76 Ἐκχοϊσθείσης οὖν τῆς τέφρας καὶ πάντων τῶν βδελυγμάτων περιαιρεθέντων, τὰ ὑπολειφθέντα σκύβαλα τῆς μαρμαρώσεως τοῦ Μαρνείου, ἅπερ ἔλεγον ἱερὰ εἶναι καὶ ἐν τόπῳ ἀβάτῳ τυγχάνειν, μάλιστα γυναιξίν, ταῦτα οὖν ἐκέλευσεν ὁ ὅσιος ἐπίσκοπος πρὸ τοῦ ναοῦ ἔξω εἰς τὴν πλατεῖαν πλακωθῆναι, ἵνα καταπατῶνται οὐ μόνον ὑπὸ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ κυνῶν καὶ χοίρων καὶ κνωδάλων. Τοῦτο δὲ πλέον ἐλύπησεν τοὺς εἰδωλολάτρας τῆς καύσεως τοῦ ναοῦ. Ὅθεν οἱ πλείους αὐτῶν, μάλιστα αἱ γυναῖκες, οὐκ ἐπιβαίνουσι τοῖς μαρμάροις ἐκείνοις ἕως τοῦ νῦν. Μετὰ χρόνον δὲ ὀλίγον κηρύσσει νηστείαν ἐν μιᾷ ἡμέρᾳ, καὶ τῆς ἀπολύσεως τῶν ἑωθινῶν εὐχῶν γενομένης, ἐκέλευσεν ὁ θεοφιλὴς ἐπίσκοπος πάντα ἄνδρα φιλόχριστον δικέλλας καὶ ἄμας καὶ ἄλλα τοιαῦτα ὄργανα ὑπὸ ἑκάστου βασταγῆναι. Τοῦτο δὲ ἀπὸ τῆς ἑσπέρας ἦν προκηρύξας, ἵνα τὸ πρωῒ πάντες εὑρεθῶσιν ἐν εὐτρεπεῖ, ὃ δὴ καὶ γέγονεν. 77 Συναχθέντος δὲ τοῦ λαοῦ μετὰ τῶν εἰρημένων ὀργάνων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ Εἰρήνῃ, ἐπέτρεψεν πάντας ψάλλοντας ὁμοῦ πορευθῆναι εἰς     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 22 τὸ ποτὲ Μαρνεῖον, αὐτὸς δὲ ἐπηκολούθει βαστάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὐτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντως μιμούμενος τὸν Χριστὸν μετὰ τῶν μαθητῶν. Προηγεῖτο δὲ τοῦ λαοῦ ὁ ἀείμνηστος Βαρωχᾶς βαστάζων τὸ ἐκτύπωμα τοῦ σημείου τοῦ σταυροῦ, ἐξ ἑκατέρων δὲ τῶν μερῶν τοῦ λαοῦ ἦσαν οἱ στρατιῶται οἱ ὑπολειφθέντες χάριν τῆς εὐταξίας τῆς πόλεως. Πορευόμενοι δὲ ἔψαλλον, καὶ ἐν τῇ θέσει τῆς διακοπῆς τοῦ ψαλμοῦ ἔλεγον τὸ ἀλληλούια· ἦν δὲ ὁ ψαλμὸς ὃν ἔλεγον· «∆εῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. ∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἔλεγον δὲ καὶ ἄλλους ψαλμοὺς ἕως ὅτε εἰσῆλθον εἰς τὸ Μαρνεῖον. 78 Ἦν δὲ προτρεψάμενος ὁ ἐν ἁγίοις ἐπίσκοπος Ῥουφῖνον τὸν ἀρχιτέκτονα ἐκ τῆς Ἀντιόχου, πιστὸν ἄνδρα καὶ ἐπιστήμονα, δι' οὗ καὶ τὸ ἅπαν τῆς οἰκοδομῆς ἐτελειώθη. Οὗτος λαβὼν γύψον ἐσημειώσατο τὴν θέσιν τῆς ἁγίας ἐκκλησίας κατὰ τὸ σχῆμα τοῦ πεμφθέντος σκαρίφου ὑπὸ τῆς θεοφιλεστάτης Εὐδοξίας. Καὶ ποιήσας ὁ ὁσιώτατος ἐπίσκοπος εὐχὴν καὶ γονυκλισίαν, ἐπέτρεψεν τῷ λαῷ σκάπτειν. Εὐθέως δὲ πάντες μιᾷ ψυχῇ καὶ τῇ αὐτῇ προθυμίᾳ ἔσκαπτον βοῶντες· Ὁ Χριστὸς ἐνίκησεν. Οὐκ ἦν δὲ θεάσασθαι διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ἢ γέροντος ἢ παιδίου, ἀλλ' ἡ προθυμία πᾶσιν τὴν αὐτὴν δύναμιν παρεῖχεν, καὶ οἳ μὲν ἔσκαπτον ἄλλοι δὲ ἐξεχόϊζον, ὥστε δι' ἡμερῶν ὀλίγων πάντας τοὺς τόπους τῶν θεμελίων ὀρυχθῆναι καὶ ἐκχοϊσθῆναι. 79 Καὶ προευτρεπισθείσης τῆς ὕλης, λίθων τε παμμεγεθῶν ἀπὸ λόφου τοῦ λεγομένου Ἀλδιώματος ἐξ ἀνατολῶν τῆς πόλεως καὶ ἄλλης ὕλης, ὁ ἐν ἁγίοις πάλιν συναγαγὼν τὸν φιλόχριστον λαὸν καὶ ποιήσας πολλὰς εὐχὰς καὶ ψαλμῳδίας ἐν τῷ τόπῳ, ἀναζωσάμενος αὐτὸς πρῶτος ἤρξατο βαστάζειν λίθους καὶ βάλλειν εἰς τὰ θεμέλια, ἔπειτα καὶ οἱ θεοφιλεῖς κληρικοὶ καὶ πάντες οἱ λαϊκοί, χαίροντες καὶ ψάλλοντες μεγάλῃ τῇ φωνῇ, ὡς ἀκούεσθαι αὐτοὺς ἀπὸ τριῶν μιλίων τῆς πόλεως. 80 Ἐγένετο δὲ μέγα θαῦμα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Φρέατα τυγχάνουσιν ἔσωθεν τοῦ περιβολαίου τοῦ ἱεροῦ, ἐξ ὧν ἐστιν ἓν ἀπὸ δυτικοῦ μέρους τῆς νῦν ἁγίας τοῦ θεοῦ ἐκκλησίας, οὐκ ὀλίγον βάθος ἔχον. Τρεῖς οὖν παῖδες διψήσαντες ἀπῆλθον ἐπὶ τὸ πιεῖν, καὶ πλησιάσαντες τῷ στομίῳ τοῦ φρέατος, παρέκυπτον ἐπερειδόμενοι τῷ ξύλῳ τῷ ἐπὶ τοῦ στομίου, οἷα συμβαίνει παῖδας ποιεῖν, καὶ κλασθέντος τοῦ ξύλου οἱ τρεῖς ἔπεσαν εἰς τὸ φρέαρ. Τινὲς δὲ ἐκεῖ εὑρεθέντες ἀπῆλθον καὶ ἀνήγγειλαν τῷ λαῷ τὰ γενόμενα. Ἐγένετο δὲ οὐ μικρὸς θόρυβος, πάντων συντρεχόντων ἐπὶ τὸ φρέαρ. Γνοὺς δὲ τὸ γεγονὸς ὁ ὁσιώτατος Πορφύριος καὶ αὐτὸς δραμὼν ἐπὶ τὸν τόπον, ἐκέλευσεν ἡσυχίαν γενέσθαι, καὶ γενομένης ἤρξατο εὔχεσθαι καὶ δέεσθαι τοῦ Χριστοῦ μετὰ πολλῶν δακρύων ἵνα ζῶντα καὶ ἀσινῆ τὰ παιδία διαφυλάξῃ, καὶ μάλιστα διὰ τοὺς εἰδωλομανεῖς, ἵνα μὴ εἴπωσιν· Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν εἰς ὃν ἤλπιζον; Καὶ ποιήσας ὥραν μίαν χαμαὶ κεκλιμένος καὶ ἀναστάς, ἐπέτρεψεν κατελθεῖν τινα διὰ τῶν σχοινίων τῶν κάδων, τὴν ἔρευναν τῶν παίδων ποιήσασθαι. Ἐβόων γὰρ οἱ ἀπὸ τοῦ πλήθους, καλοῦντες τὰ παιδία, καὶ οὐδεὶς ἦν ὁ ὑπακούων κάτωθεν ἐκ τοῦ φρέατος. 81 Κατελθόντος δὲ τοῦ ἀνδρὸς εὑρέθησαν οἱ τρεῖς παῖδες καθήμενοι ἐπάνω λίθου μεγάλου ἀσινεῖς καὶ ἱλαροὶ ὁμιλοῦντες ἀλλήλοις. Ὡς δὲ ἐθεάσατο αὐτοὺς ὁ ἀνήρ, ὑπερεθαύμασεν καὶ ἐδόξασεν τὸν θεόν, καὶ βοήσας κάτωθεν εἶπεν· ∆οξάσατε     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 23 τὸν κύριον, ζῶσιν γὰρ οἱ τρεῖς παῖδες. Ἀκούσας δὲ ὁ ἐν ἁγίοις ὅσιος ἐπίσκοπος καὶ οἱ τοῦ λαοῦ ἐχάρησαν, καὶ πέμψαντες σπυρίδαν μεγάλην ἐπέτρεψεν τοὺς τρεῖς ὁμοῦ ἀνενεχθῆναι. Μικροὶ γὰρ ἦσαν ὡς ἀπὸ ἐτῶν ἓξ ἢ ἑπτά. ∆εξάμενος δὲ ὁ κάτω τὴν σπυρίδα καὶ δεσμήσας ἀσφαλῶς ἐκάθισεν τοὺς τρεῖς, παραγγείλας αὐτοῖς κλεῖσαι τοὺς αὐτῶν ὀφθαλμοὺς ἄχρις οὗ τὸ ἄνω φθάσωσιν καὶ λέγειν· Ἰησοῦ Χριστέ, σῶσον. Καὶ ποιήσας τοῦτο, ἐβόησεν μετὰ καταστάσεως σῦραι τὸ σχοινίον, καὶ σύροντες ἔλεγον τὸν ὕμνον τῶν τριῶν παίδων· «Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν». Καὶ ὡς ἔφθασαν καὶ ἐθεάσατο αὐτοὺς ὁ ἐν ἁγίοις ἐπίσκοπος (οὗτος γὰρ ἐτύγχανεν κατὰ τοῦ στομίου τοῦ φρέατος ἑστὼς καὶ κρατῶν τὸ σχοινίον), καὶ πλησθεὶς χαρᾶς καὶ δακρύων ἀνεβόησεν εἰπών· «Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε». Ὡς δὲ ἐπῆραν αὐτοὺς ἐκ τοῦ σπυριδίου, ἠρεύνησαν μή τι τοῦ σώματος αὐτῶν ἔπληκται, καὶ οὐδὲν εὑρέθη φαῦλον ἐν αὐτοῖς, ἀλλὰ μέγα θαῦμα ἐθεασάμεθα. 82 Οἱ γὰρ τρεῖς σταυροειδῆ σημεῖα εὑρέθησαν ἔχοντες ὡς ἀπὸ ξέσματος βελόνης, ὃ μὲν ἐν τῷ μέσῳ τοῦ μετώπου, ὃ δὲ ἐπάνω τῆς δεξιᾶς χειρὸς περὶ τοὺς δακτύλους, ὁ δὲ ἄλλος εἰς τὸν δεξιὸν ὦμον. Ἦν δὲ τὰ σταυρία καλῶς τετυπωμένα, μήτε λοξὰ μήτε σκαμβά, ἀλλ' ἑνὸς μέτρου, ὡς δῆλα αὐτὰ εἶναι θεοσήμεια· οὔτε γὰρ πόνον ἐποίουν αὐτοῖς, ἀλλ' οὐδὲ αἷμα, ἀλλ' ἦν τετυπωμένα ὡς ἀπὸ κινναβάρεως. Ἔμειναν δὲ ἐν αὐτοῖς ἱκανὸν χρόνον πρὸς τὸ πάντας ὁρᾶν καὶ θαυμάζειν· πολλοὶ γὰρ καὶ τῶν ἀλλοεθνῶν θεασάμενοι ἐπίστευσαν. 83 Ἀνενεχθεὶς δὲ καὶ ὁ ἄνθρωπος ὁ καταβὰς χάριν τῶν παιδίων εἰς τὸ φρέαρ, διεβεβαιοῦτο ὅρκοις λέγων ὅτι Ἡνίκα ἔβαλον αὐτοὺς ἐν τῇ σπυρίδι καὶ ἀνεφέροντο, ἐθεώρουν ὡσεὶ ἀστραπὴν κύκλῳ αὐτῶν ἕως ὅτε ἔφθασαν τὸ στόμιον τοῦ φρέατος. Ἐγένετο δὲ χαρὰ τοῖς Χριστιανοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοῖς δὲ εἰδωλολάτραις λύπη καὶ σκάνδαλον. Ἡ δὲ οἰκοδομὴ προέκοπτεν καθ' ἡμέραν, πάντων προθύμως καὶ σπουδαίως ἐργαζομένων· οὔτε γὰρ ἦν ὁ ἀποστερούμενος τὸν μισθὸν αὐτοῦ, ἀλλὰ καὶ περισσὸν παρεῖχεν φιλοτιμούμενος τοὺς ἐργαζομένους· ἔλεγεν γάρ· ∆ίκαιόν ἐστιν ἵνα μὴ λάβῃ κατάραν ἀλλ' εὐλογίαν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς. 84 Τῷ δὲ ἑξῆς ἐνιαυτῷ πέμπει ἡ βασίλισσα Εὐδοξία τοὺς στύλους οὓς ἐπηγγείλατο, θαυμαστοὺς ὄντας καὶ μεγάλους, τὸν ἀριθμὸν τριάκοντα καὶ δύο (καλοῦνται δὲ Καρύστιοι), οἵτινές εἰσιν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ σμαράγδων δίκην λάμποντες. Καταπλευσάντων δὲ αὐτῶν, πάλιν ἐδείχθη ἡ σπουδὴ καὶ ἡ προθυμία τοῦ φιλοχρίστου λαοῦ· πάντες γὰρ ἀκούσαντες εὐθέως ἔδραμον ἐπὶ τὸν αἰγιαλόν, οὐ μόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες καὶ γέροντες (πάντας γὰρ ὁ πόθος τῆς πίστεως ἐνεδυνάμου), καὶ ἀγαγόντες ἁμάξας, ἐπιθέντες ἕκαστον στύλον εἶλκον καὶ ἀπετίθεντο ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ, καὶ πάλιν ὑπέστρεφον καὶ διεκόμιζον ἕτερον ἕως οὗ ὅλους διεκόμιζον. Καὶ ταῦτα μὲν περὶ τούτων. 85 Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπεδήμησεν τῇ πόλει γυνή 85 τις Ἀντιόχισσα καλουμένη Ἰουλία, ἥτις ὑπῆρχεν τῆς μυσαρᾶς αἱρέσεως τῶν λεγομένων Μανιχαίων, καὶ γνοῦσά τινας νεοφωτίστους εἶναι καὶ μήπω ἐστηριγμένους ἐν τῇ ἁγίᾳ πίστει, ὑπεισελθοῦσα ὑπέφθειρεν αὐτοὺς διὰ τῆς γοητικῆς αὐτῆς διδασκαλίας, πολλὰ δὲ πλέον διὰ δόσεως χρημάτων. Ὁ γὰρ ἐφευρὼν τὴν εἰρημένην ἄθεον αἵρεσιν, οὐκ ἄλλως ἠδυνήθη δελεάσαι τινὰς εἰ μὴ διὰ τῆς παροχῆς τῶν χρημάτων. Καὶ γὰρ τὸ μάθημα αὐτῶν, τοῖς γε νοῦν ἔχουσιν, πεπλήρωται πάσης βλασφημίας καὶ καταγνώσεως καὶ γραώδων μύθων ἐφελκομένων γυναικάρια καὶ παιδιώδεις ἄνδρας κοῦφον ἔχοντας τόν τε λογισμὸν καὶ τὴν διάνοιαν. Ἐκ διαφόρων γὰρ αἱρέσεων καὶ δογμάτων Ἑλληνικῶν συνέστησαν ταύτην αὐτῶν τὴν κακοδοξίαν, βουλόμενοι πανούργως καὶ δολίως πάντας προσλαβέσθαι. Θεοὺς γὰρ πολλοὺς λέγουσιν, ἵνα Ἕλλησιν ἀρέσωσιν, ἔτι δὲ καὶ γένεσιν καὶ εἱμαρμένην καὶ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 24 ἀστρολογίαν φάσκουσιν, ἵν' ἀδεῶς ἁμαρτάνωσιν, ὡς μὴ ὄντος ἐν ἡμῖν τοῦ ἁμαρτάνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἱμαρμένης. 86 Ὁμολογοῦσιν δὲ καὶ Χριστόν, δοκήσει γὰρ αὐτὸν λέγουσιν ἐνανθρωπῆσαι· καὶ αὐτοὶ γὰρ δοκήσει λέγονται Χριστιανοί. Τὰ γὰρ γέλωτος καὶ δυσφημίας ἄξια παραλιμπάνω, ἵνα μὴ πληρώσω τὴς ἀκοὰς τῶν ἐντυγχανόντων ἤχους βαρυτάτου καὶ τερατολογίας. Τὰ γὰρ Φιλιστίωνος τοῦ σκηνικοῦ καὶ Ἡσιόδου καὶ ἄλλων λεγομένων φιλοσόφων συμμίξαντες τοῖς τῶν Χριστιανῶν, τὴν ἑαυτῶν αἵρεσιν συνεστήσαντο. Ὥσπερ γὰρ ζωγράφος, ἐκ διαφόρων χρωμάτων μῖξιν ποιῶν, ἀποτελεῖ δοκήσει ἄνθρωπον ἢ θηρίον ἢ ἄλλο τι πρὸς ἀπάτην τῶν θεωρούντων, ἵνα δόξῃ τοῖς μὲν μώροις καὶ ἀνοήτοις ἀληθῆ τυγχάνειν, τοῖς δὲ νοῦν ἔχουσι σκιὰ καὶ ἀπάτη καὶ ἐπίνοια ἀνθρωπίνη, οὕτως καὶ οἱ Μανιχαῖοι, ἐκ διαφόρων δογμάτων ἀντλήσαντες, ἀπετέλεσαν τὴν αὐτῶν κακοδοξίαν, μᾶλλον δὲ ἐκ διαφόρων ἑρπετῶν τὸν ἰὸν συναγαγόντες καὶ μίξαντες, θανατηφόρον φάρμακον κατεσκεύασαν πρὸς ἀναίρεσιν ἀνθρωπίνων ψυχῶν. Ὡς δὲ προείρηται, ἐνδημησάσης τῆς λοιμοφόρου γυναικός, τινὲς τῇ ἀπατώδει αὐτὴς διδασκαλίᾳ συναπήχθησαν. 87 Μεθ' ἡμέρας δέ τινας γνοὺς παρά τινων πιστῶν ὁ ἐν ἁγίοις Πορφύριος, μεταπεμψάμενος αὐτὴν ἐπηρώτα, τίς καὶ πόθεν ὑπῆρχεν καὶ ποίαν δόξαν ἐπιφέρεται. Ἣ δὲ καὶ τὴν πατρίδα καὶ ὅτι Μανιχαία ἐτύγχανεν ὡμολόγησεν. Τῶν δὲ περὶ αὐτὸν ὀργῇ κινηθέντων (ἦσαν γὰρ παρ' αὐτῷ τινες εὐλαβεῖς) ὁ μακάριος παρεκάλει αὐτοὺς μὴ θυμοῦσθαι ἀλλὰ μεθ' ὑπομονῆς παραινέσαι καὶ ἅπαξ καὶ δίς, φυλάττων τὸ ῥητὸν τοῦ ἁγίου Ἀποστόλου. Εἶτα λέγει τῇ γυναικί· Ἀπόσχου, ἀδελφή, ταύτης τῆς κακοδοξίας· σατανικὴ γὰρ τυγχάνει. Ἣ δὲ ἀπεκρίνατο· Λέγε καὶ ἄκουε, καὶ ἢ πείθεις ἢ πείθῃ. Ὁ δὲ μακάριος εἶπεν· Εὐτρεπίζου εἰς τὴν αὔριον καὶ παραγενοῦ ἐνταῦθα. Ἣ δὲ συνταξαμένη ἐξῆλθεν. Ὁ δὲ μακάριος νηστεύσας καὶ πολλὰ δεηθεὶς τοῦ Χριστοῦ ἵνα καταισχύνῃ τὸν διάβολον, ηὐτρεπίσθη εἰς τὴν ἑξῆς, προσεκαλέσατο δέ τινας τῶν εὐλαβῶν κληρικῶν τε καὶ λαϊκῶν εἰς τὸν διάλογον αὐτοῦ τε καὶ τῆς γυναικός. 88 Τῇ δὲ ἐπαύριον παραγίνεται ἡ γυνή, ἔχουσα μεθ' ἑαυτῆς ἄνδρας δύο καὶ τοσαύτας γυναῖκας· ἦσαν δὲ νεώτεροι καὶ εὐειδεῖς, ὠχροὶ δὲ πάντες, ἡ δὲ Ἰουλία ἦν προβεβηκυῖα. Ὅλοι δὲ ὥρμουν ἀπὸ λόγων τῆς κοσμικῆς παιδείας, πολλῷ δὲ πλέον ἡ Ἰουλία. Τὸ δὲ πρόσχημα αὐτῶν ἦν ταπεινὸν καὶ τὸ ἦθος ἤπιον, τὸ δὲ δὴ λεγόμενον· ἔξωθεν πρόβατα, ἔσωθεν δὲ λύκοι ἅρπαγες καὶ θηρία ἰοβόλα· πάντα γὰρ μεθ' ὑποκρίσεως λαλοῦσίν τε καὶ πράττουσιν. Εἶτα ἐπιτραπέντες καθίσαι, τὴν ζήτησιν ἐποιοῦντο. Ὁ δὲ ἐν ἁγίοις βαστάζων τὰ ἅγια εὐαγγέλια καὶ ποιήσας τὴν σφραγῖδα τοῦ σταυροῦ ἐν τῷ στόματι αὐτοῦ, ἤρξατο ἐπερωτᾶν αὐτὴν ἐξειπεῖν τὴν δόξαν αὐτῆς. Ἣ δὲ ἤρξατο λέγειν. Ὁ δὲ ἀδελφὸς Κορνήλιος ὁ διάκονος ὁ πρὸ βραχέος ὀνομασθείς, ἐπιστάμενος τὰ Ἐννόμου σημεῖα, ἐπιτραπεὶς παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου πάντα τὰ λεγόμενα καὶ ἀντιτιθέμενα ἐσημειοῦτο, ἐμοῦ καὶ τοῦ ἀδελφοῦ Βαρωχᾶ ὑπομνῃσκόντων. Τὸν δὲ διάλογον οὐκ ἔγραψα ἐν τούτῳ τῷ βιβλίῳ διὰ τὸ εἶναι μέγαν, βουλόμενος ἐν ἐπιτομῇ ποιήσασθαι τὴν παροῦσαν συγγραφήν, ἐν ἑτέρῳ δὲ βιβλίῳ αὐτὸν ἐξεθέμην τοῖς βουλομένοις γνῶναι τήν τε σοφίαν τὴν δοθεῖσαν παρὰ θεοῦ τῷ ὁσιωτάτῳ Πορφυρίῳ καὶ τοὺς γραώδεις μύθους οὓς ἐφλυάρησεν ἡ τερατολόγος καὶ φαρμακὸς Ἰουλία, ἥντινα μετῆλθεν ἡ θεία δίκη ὀξέως. 89 Μετὰ γὰρ τὸ πολλὰ καὶ ἐπὶ πλείστας ὥρας μυθολογῆσαι καὶ τὰς συνήθεις βλασφημίας εἰπεῖν εἰς τὸν τῶν ὅλων κύριον καὶ θεόν, κινηθεὶς ὑπὸ τοῦ θεϊκοῦ ζήλου ὁ ἐν ἁγίοις Πορφύριος, ὁρῶν τὸν τὰ πάντα περιέχοντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα βλασφημούμενον ὑπὸ γυναικὸς ἐνεργουμένης ὑπὸ τοῦ διαβόλου καὶ συγκαταβαινούσης τῷ ἐκείνου θελήματι, ἀπεφήνατο κατ' αὐτῆς εἰπών· Ὁ θεὸς ὁ τὰ πάντα ποιήσας, ὁ μόνος ἀΐδιος, μήτε ἀρχὴν μήτε τέλος ἔχων, ὁ ἐν τριάδι     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 25 δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα. 90 Εὐθέως δὲ σὺν τῇ ἀποφάσει καὶ ἡ τιμωρία ἐπηκολούθησεν· ἤρξατο γὰρ τρέμειν ἡ Ἰουλία καὶ ἀλλοιοῦσθαι τὸ πρόσωπον, καὶ μείνασα ἐν ἐκστάσει ἐπὶ ἱκανὴν ὥραν οὐκ ἐλάλει, ἀλλ' ἦν ἄφωνος καὶ ἀκίνητος, τοὺς ὀφθαλμοὺς ἔχουσα διηνοιγμένους καὶ προσέχοντας τῷ ὁσιωτάτῳ ἐπισκόπῳ. Οἱ δὲ σὺν αὐτῇ θεασάμενοι ἃ ὑπέστη, ἐφοβήθησαν σφόδρα· ἐψυχαγώγουν δὲ αὐτὴν καὶ ἐπῇδον εἰς τὸ οὖς αὐτῆς, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις. Ποιήσασα δὲ ὥραν ἱκανὴν ἄφωνος παρέδωκεν τὴν ψυχήν, ἀπελθοῦσα εἰς ὅπερ ἐτίμησεν σκότος, φῶς αὐτὸ ἡγησαμένη, κατὰ τὴν γραφὴν τὴν λέγουσαν· «Οὐαὶ τοῖς ποιοῦσι τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, τοῖς τιθεῖσι τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος». Ἐπέτρεψεν δὲ ὁ ἐν ἁγίοις Πορφύριος περισταλῆναι αὐτῆς τὸ σῶμα καὶ ταφῇ παραδοθῆναι, ἐλεήσας τὴν ἀνθρωπείαν φύσιν· ἦν γὰρ καθ' ὑπερβολὴν εὔσπλαγχνος. 91 Ὅσοι δὲ ἤκουσαν τὸ γενόμενον ὑπερεθαύμασαν, οὐ μόνον οἱ τῆς ἡμετέρας πίστεως, ἀλλὰ καὶ οἱ ἀλλοεθνεῖς. Οἱ δὲ μετ' αὐτῆς δύο ἄνδρες καὶ γυναῖκες καὶ ὅσοι ὑπεφθάρησαν παρ' αὐτῆς, δραμόντες προσέπεσαν τοῖς ποσὶ τοῦ μακαριωτάτου ἐπισκόπου λέγοντες· Πεπλανήμεθα, καὶ ᾔτουν μετάνοιαν. Ὁ δὲ μακάριος ἐποίησεν πάντας ἀναθεματίσαι τὸν Μάνην τὸν ἀρχηγὸν τῆς αὐτῶν αἱρέσεως, ἐξ οὗ καὶ Μανιχαῖοι ἐκλήθησαν, καὶ κατηχήσας αὐτοὺς δεόντως ἐπὶ πλείστας ἡμέρας προσήγαγεν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ. Προφάσει δὲ ἐκείνων καὶ ἄλλοι τῶν ἀλλοεθνῶν μετανοήσαντες ἐφωτίσθησαν. 92 Μετὰ δὲ πενταετῆ χρόνον ἐτελειώθη τὸ ἔργον τῆς ἁγίας ἐκκλησίας τῆς μεγάλης, ἐκλήθη δὲ Εὐδοξιανὴ ἐκ τοῦ ὀνόματος τῆς θεοφιλεστάτης Εὐδοξίας τῆς βασιλίδος. Ἐπετέλεσεν δὲ ὁ ὁσιώτατος Πορφύριος τὰ ἐγκαίνια τῇ ἡμέρᾳ τῇ ἀναστασίμῳ τοῦ ἁγίου Πάσχα πολυτελῶς, μὴ φεισάμενος δαπάνης, ἀλλὰ συνάξας πάντας τοὺς μοναχοὺς τῆς περιχώρου, ὡς ὀνόματα χίλια, μετ' ἄλλων εὐλαβῶν κληρικῶν καὶ λαϊκῶν καὶ ἐπισκόπων, ἐποίησεν εὐφροσύνην τὰς πάσας ἡμέρας τοῦ ἁγίου Πάσχα. Καὶ ἦν θεάσασθαι ἀγγελικοὺς χοροὺς οὐ μόνον ἐν τῇ ἀκολουθίᾳ τῇ ἐκκλησιαστικῇ, ἀλλὰ καὶ ἐν ταῖς ὥραις, ἡνίκα ἐγεύοντο. Οὐ μόνον γὰρ ἦν ἡ τράπεζα αἰσθητή, ἀλλὰ καὶ πνευματική. Μετὰ γὰρ τὸ ὄψον ἐλέγετο ψαλμὸς καὶ μετὰ τὸ πόμα ὕμνος. Οἱ δὲ τῆς εἰδωλομανίας ὁρῶντες τὰ γινόμενα ἐτήκοντο τῇ καρδίᾳ. Καὶ γὰρ πανταχόθεν ἤρχοντο ξένοι θεάσασθαι τὸ κάλλος καὶ τὸ μέγεθος τῆς εἰρημένης ἁγίας ἐκκλησίας· ἐλέγετο γὰρ πασῶν τῶν ἐκκλησιῶν τῶν κατ' ἐκεῖνο καιροῦ μείζων. 93 Τούτου ἕνεκεν ὅτε τοὺς θεμελίους ἔβαλεν, τὴν ἀρχὴν ἐνεκαλεῖτο παρά τινων πιστῶν ὅτι μεγάλην αὐτὴν ἐχάραξεν ὀλίγων ὄντων τῶν Χριστιανῶν ἐν τῇ πόλει, καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν· Μὴ ἔσηται ἡ πίστις ὑμῶν ὀλίγη· εὔελπις γάρ εἰμι εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πληθυνεῖ τὴν ποίμνην αὐτοῦ καὶ μεγαλυνεῖ πλέον τὸν οἶκον αὐτοῦ ἐκ τοῦ μὴ δύνασθαι τὰ πλήθη τῶν Χριστιανῶν χωρεῖν· οὔτε γάρ ἐστιν ἀνθρώπινον τὸ τῶν Χριστιανῶν δόγμα, ἵνα πρὸς καιρὸν ὀφθῇ καὶ καταλυθῇ, ἀλλὰ θεϊκὸν καὶ αὔξησιν ἐπιδεχόμενον. Ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ διελέγετο ὁ μακάριος τοῖς πιστοῖς, οὐ μόνον ἐν τῇ ἐκκλησίᾳ ἀλλὰ καὶ ἐν ἑκάστῳ τόπῳ φωταγωγῶν καὶ ὠφελῶν τὸν φιλόχριστον λαόν. Μετὰ δὲ τὰς ἡμέρας τῆς ἑορτῆς τὰ πλήθη μετ' εἰρήνης ἀπέλυσεν ἕκαστον εἰς τὰ ἴδια. 94 Μετὰ δὲ τὸ κτίσαι καὶ ἁγιάσαι τὴν εἰρημένην ἁγίαν ἐκκλησίαν, ἔταξεν δίδοσθαι ἑκάστῳ ξένῳ ἐνδημοῦντι τῇ πόλει μιᾶς ἡμέρας τὸ ἀνάλωμα, ἐχορήγει δὲ καὶ ἑκάστῳ πτωχῷ ξένῳ τε καὶ πολίτῃ καθ' ἑκάστην ἡμέραν ἀνὰ ὀβολοὺς ἕξ, ἐκτὸς ὧν αὐτὸς παρεῖχεν δι' ἑαυτοῦ τοῖς προσερχομένοις αὐτῷ ἔν τε ἱματίοις καὶ ἀργυρίῳ καὶ χρυσίῳ, ἑκάστῳ παρέχων πρὸς τὴν αὐτοῦ ἀξίαν, καὶ οὐδεὶς ἦν ἄμοιρος τῶν     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 26 δεομένων τῶν αὐτοῦ χαρισμάτων. Ἐν δὲ ταῖς ἡμέραις τῶν νηστειῶν τῆς ἁγίας πασχαλίας ἐχορήγει ἑκάστῳ πτωχῷ ἀνὰ ὀβολοὺς ˉι ἐπὶ ἡμέρας τεσσαράκοντα. Παρακελευσάμενος ἐν τῇ αὐτοῦ εὐσεβεῖ διαθήκῃ πάντως δίδοσθαι τοὺς εἰρημένους δέκα ὀβολοὺς τὰς τεσσαράκοντα ἡμέρας, ἀφορίσαι δὲ πρόσοδον ἐξ ἧς αὐτοὺς δίδοσθαι βουληθείς, ἐν τῇ εἰρημένῃ διαθήκῃ ἐνέταξεν εἰ μὴ χορηγηθείη ταῦτα καθ' ἕκαστον ἐνιαυτόν, τὴν εἰρημένην πρόσοδον ἔρχεσθαι εἰς τὴν ἁγίαν ἐκκλησίαν Καισαρείας. Ταῦτα δὲ ὕστερον ἐγένετο. 95 Οἱ δὲ τῆς εἰδωλομανίας ὅσον ἐθεώρουν προκόπτοντα τὸν Χριστιανισμόν, τοσοῦτον ἐμανιοῦντο καὶ ἐσπούδαζον κακῶσαι τοὺς Χριστιανούς, καὶ πρό γε πάντων, τὸν ὅσιον αὐτῶν ποιμένα Πορφύριον. Ποτὲ γὰρ ἀντιβολῆς γεναμένης χάριν χωρίων μεταξὺ τοῦ οἰκονόμου τῆς ἁγίας ἐκκλησίας καὶ Σαμψύχου τοῦ πρωτεύοντος, ὁ θεοφιλὴς Βαρωχᾶς, ὁρῶν τὸν οἰκονόμον ὑβριζόμενον, ἀντελάβετο αὐτοῦ καὶ ἤρξατο ὑβρίζειν τὸν εἰρημένον Σάμψυχον. Ἀκούσαντες δὲ οἱ λοιποὶ τοῦ βουλευτηρίου, συναχθέντες ἐπῆλθον τῷ τε οἰκονόμῳ καὶ τῷ θεοφιλεῖ Βαρωχᾷ. Συνανέβησαν δὲ τοῖς βουλευταῖς καὶ πολλοὶ τῶν πολιτῶν, πρόφασιν εὑρόντες τοῦ κακῶσαι τοὺς ἀπὸ τῆς πίστεως, καὶ ὡς ἂν εἴποι τις, ἀπὸ μικροῦ σπινθῆρος τοσοῦτον πῦρ ἥφθη καὶ ἐξεκαύθη ὡς κινδυνεῦσαι πάντας τοὺς Χριστιανοὺς καὶ ἀπολέσθαι. Τοσοῦτον γὰρ ἐμάνησαν οἱ εἰδωλολάτραι ὡς αὐτοὺς ἐπᾶραι καὶ ξίφη καὶ ῥόπαλα καὶ φονεῦσαι ὀνόματα ἑπτὰ καὶ ἄλλους πολλοὺς πλῆξαι. 96 Εἶτα μὴ ἀρκεσθέντες τούτοις, ἐπ' αὐτὸν τὸν ποιμένα ὥρμησαν. Προδραμόντες δέ τινες χαίροντες τῷ ἀγαθῷ, ἀπήγγειλαν τῷ ὁσιωτάτῳ ἐπισκόπῳ τὴν καταδρομὴν τοῦ πλήθους. Ἀκούσας δὲ ὁ μακάριος, προσκαλεσάμενος με εἶπεν· Φύγωμεν, ἀδελφέ, καὶ κρυβῶμεν μικρὸν ἕως οὗ παρέλθῃ ἡ ὀργὴ κυρίου. Καὶ τοιχοβατήσαντες ἐφύγομεν διὰ τῶν δωμάτων. Οἱ δὲ εἰδωλομανεῖς, κατεάξαντες τὰς θύρας τοῦ ἐπισκοπείου, ἐπεισῆλθον καὶ μὴ εὑρόντες τὸν ἐν ἁγίοις Πορφύριον, πάντα τὰ ἐκεῖ εὑρεθέντα διήρπασαν. 97 Ἐγὼ δὲ καὶ ὁ μακάριος Πορφύριος φυγόντες διὰ τῶν δωμάτων, εὕραμεν παιδίσκην ὡς ἐτῶν δέκα τεσσάρων, ἥτις ἐπιγνοῦσα τὸν ὅσιον ἐπίσκοπον προσέπεσε τοῖς ποσὶν αὐτοῦ. Ὁ δὲ μακάριος ἐπηρώτησεν αὐτήν τις ἐτύγχανεν καὶ ποίων γονέων. Ἡ δὲ παιδίσκη ἀποκριθεῖσα εἶπεν ὅτι ὀρφανὴ τυγχάνει ἔκ τε πατρὸς καὶ μητρός, μάμμην δὲ ἔλεγεν ἔχειν γραῦν τῷ σώματι ἀσθενῆ, καὶ αὐτὴν ἐργάζεσθαι καὶ τρέφειν ἑαυτὴν καὶ τὴν αὐτῆς μάμμην. Ἐπηρώτα δὲ αὐτὴν εἰ Χριστιανὴ ὑπῆρχεν, ἣ δὲ πάλιν εἶπεν μὴ εἶναι, ἀλλ' ἐπιθυμεῖν ἐκ πολλοῦ· Εἴπερ εἰμὶ ἀξία. Ὁ δὲ εὔσπλαγχνος Πορφύριος ἀκούσας τὸν λόγον τῆς παιδίσκης καὶ κατανυγεὶς ἐδάκρυσεν εἰπών· Πῶς πρόχειρον ὑπάρχει εἰς τὸ ἀγαθὸν τὸ τῶν Γαζαίων γένος. Ἀλλ' ὁ ἀντικείμενος σπουδάζει ἐμποδίσαι τῇ τοιαύτῃ προαιρέσει, ὃν ὁ κύριος πατάξει τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Εἶπεν δὲ τῇ κόρῃ· Ἄγαγε ἡμῖν ἐνταῦθα ψίαθον ἐν τῷ δωματίῳ τούτῳ, ἵνα μείνωμεν ἐνταῦθα ἕως οὗ κατασταθῇ ὁ θόρυβος τῆς πόλεως, καὶ μὴ ἀπαγγείλῃς τινὶ ὅτι ἐνταῦθά ἐσμεν. Ἣ δὲ ὅρκοις διεβεβαιοῦτο μὴ ἐκφαίνειν μηδὲ τῇ μάμμῃ αὐτῆς. 98 Κατελθοῦσα δὲ διά τινος λυκίσκου εἰς τὸν αὐτῆς οἶκον, ἤγαγεν τὸν ψίαθον καὶ τύλην ἀχύρων· καθαπλώσασα τὸν ψίαθον ὑπέβαλεν τὴν τύλην, καὶ προσπεσοῦσα τοῖς ποσὶ τοῦ μακαρίου, παρεκάλει αὐτὸν γεύσασθαι τῶν μετρίων αὐτῆς βρωμάτων καὶ μὴ ἀναξιοπαθῆσαι ἐπὶ τῇ πτωχείᾳ αὐτῆς· ἦν γὰρ καὶ πρὸς ἑσπέραν. Ὁ δὲ ὅσιος θέλων μιμητὴς γενέσθαι τοῦ μεγάλου προφήτου Ἡλίου εἶπεν τῇ κόρῃ· Σπούδασον, θύγατερ, καὶ ἄγαγε, ἵνα σοι ἀποδῷ ὁ κύριος δι' ἐμοῦ πνευματικὴν τροφὴν καὶ σαρκικήν. Ἣ δὲ σπεύσασα κατέβη, καὶ ἀπελθοῦσα ἠγόρασεν ἄρτον καὶ ἐλαίας καὶ τυρὸν καὶ βρεκτὸν ὄσπριον καὶ οἶνον, ἤγαγεν δὲ πάντα καὶ παρέθηκεν ἐνώπιον ἡμῶν εἰποῦσα· Λάβετε, κύριοί μου, καὶ εὐλογήσατε τὴν πτωχείαν μου. Ὁ δὲ     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 27 μακάριος πάλιν κατανυγεὶς ἐδάκρυσεν, προεωρακὼς ἣν ἤμελλεν ἔχειν πίστιν εἰς τὸν Χριστόν. Καὶ ἀναστάντες καὶ ποιήσαντες τὰς συνήθεις εὐχὰς καὶ καθίσαντες μετελάβομεν· ἐγὼ μὲν ἄρτου καὶ τυροῦ καὶ οἴνου μετέλαβον, ὁ δὲ ὅσιος ἄρτου καὶ βρεκτοῦ ὀσπρίου καὶ ὕδατος. Καὶ ἀπολύσαντες τὴν κόρην πρὸς τὴν αὐτῆς μάμμην, ἡμεῖς ὑπνώσαμεν ἐν τῷ δωματίῳ· ἦν γὰρ καὶ θέρους ὥρα. Ἐπερωτήσαμεν δὲ καὶ τὸ ὄνομα τῆς κόρης, εἶπεν δέ· Σαλαφθᾶ, ὃ ἑρμηνεύεται ἑλληνιστὶ Εἰρήνη. Ἐποιήσαμεν δὲ καὶ τὴν ἑξῆς ἐν τῷ δωματίῳ, τῆς καλῆς Εἰρήνης ποιούσης ὑμῖν πᾶσαν ἀπόκρισιν μετὰ πολλῆς προθυμίας. 99 Ὡς δὲ ἔγνωμεν ὅτι κατέστη ὁ θόρυβος τῆς πόλεως, ἐπορεύθημεν διὰ τῆς νυκτὸς εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἀνελθόντες εἰς τὸ ἐπισκοπεῖον, οὐδὲν εὕραμεν ἐν αὐτῷ εἰ μὴ τὸν θεοφιλῆ Βαρωχᾶν κείμενον καὶ ἐσχάτως ἔχοντα ἐκ τῶν ἐνεχθεισῶν αὐτῷ πληγῶν παρὰ τῶν ἀθέων καὶ ἀσεβῶν εἰδωλολατρῶν. Μετὰ δὲ ὀλίγας ἡμέρας γνοὺς τὰ γενόμενα ἐν τῇ πόλει ὁ ὑπατικός (Κλάρος δὲ ἐκαλεῖτο), πέμπει κομενταρήσιον μετὰ πολλῆς βοηθείας καὶ ἀσφαλίζεται οὓς ἐνέδειξαν οἱ δημοσιεύοντες καὶ παριστᾷ εἰς Καισάρειαν, καὶ τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ βουνευρίσας ἀπέλυσεν, καὶ ποιήσας οὐ μικρὸν φόβον οὕτως κατέστησεν τὴν πόλιν. 100 Μεθ' ἡμέρας δὲ ὀλίγας ἀναμνησθεὶς ὁ ἐν ἁγίοις Πορφύριος τῆς ἀγαθῆς ἐκείνης κόρης τῆς ὑποδεξαμένης ἡμᾶς, μετεπέμψατο αὐτὴν δι' ἐμοῦ· ἣ δὲ δρομαία παρεγένετο, ἔχουσα καὶ ἄλλην γυναῖκα ἣν ἔλεγεν θείαν εἶναι. Εἰσελθοῦσαι δὲ πρὸς τὸν μακάριον ἐπίσκοπον, προσέπεσαν τοῖς ποσὶν αὐτοῦ· ὃ δὲ εὐμενῶς ταύτας ἐδέξατο ὡς πατὴρ φιλόστοργος. Εἶπεν δὲ τῇ κόρῃ· Ἀληθῶς, θύγατερ, ἐπιθυμεῖς γενέσθαι Χριστιανή; Ἣ δὲ ἀποκριθεῖσα εἶπεν· Καὶ ἤδη εἶπόν σοι, κύριέ μου, ὅτι ἐκ πολλοῦ ἔχω τὴν ἐπιθυμίαν ταύτην καὶ νῦν παρήγαγον μάρτυρα τὴν ἐμὴν θείαν, ἥτις καὶ αὐτὴ τῆς αὐτῆς ἐστιν ἐπιθυμίας. Ὃ δὲ περιχαρὴς γενόμενος εἶπεν αὐτῇ· Ἀνδρίζου καὶ ἴσχυε, τέκνον. Καὶ προσκαλεσάμενος τὸν οἰκονόμον τῆς ἁγίας ἐκκλησίας, ἐπέτρεψεν αὐτῷ παρέχειν αὐτῇ τε καὶ τῇ αὐτῆς μάμμῃ ἀργυρίου μιλιαρήσια τέσσαρα καθ' ἑκάστην ἡμέραν, τῇ δὲ αὐτῆς θείᾳ ἔδωκεν νόμισμα ἕν, καὶ σφραγίσας αὐτὰς τῷ σημείῳ τοῦ σταυροῦ ἀπέλυσεν, παραγγείλας αὐταῖς σχολάζειν ταῖς εὐχαῖς καὶ τῇ κατηχήσει τῶν κατηχουμένων. Ἔπεμψεν δὲ καὶ εἰς τὸν αὐτῆς οἶκον τὸν θεοσεβῆ Τιμόθεον τὸν πρεσβύτερον καὶ κατηχητήν, καὶ ἐπέτρεψεν αὐτῷ σφραγίσαι τὴν μάμμην τῆς κόρης· ὡς γὰρ προεῖπον τὸ σῶμα εἶχεν συμπεπαρμένον. Καὶ κατηχηθεῖσαι αἱ τρεῖς ὀλίγον χρόνον, ἠξιώθησαν τοῦ τιμίου βαπτίσματος. 101 Μετὰ δὲ τὸ ἀποθέσθαι τὸ ἅγιον σχῆμα, προσκαλεσάμενος ὁ ὅσιος τὴν εἰρημένην κόρην εἶπεν αὐτῇ· Θέλεις ζεύξωμέν σε ἀνδρὶ πρὸς γάμον ἔννομον; Καὶ γὰρ ἔστι σοι καιρὸς τοῦ συμβιῶσαι· οὔτε γὰρ ἀπηγόρευται τῇ ἡμετέρᾳ γραφῇ ὁ σεμνὸς γάμος. Ἡ δὲ κόρη ἀκούσασα τὸν λόγον τοῦ ὁσίου, ἤρξατο δακρύειν καὶ λέγειν· Πάτερ ἀγαθέ, μεθ' ὅ με ἔζευξας ἀνδρὶ μεγάλῳ, ἀποζεῦξαί με θέλεις ἐκείνου καὶ ἐκδοῦναι ταπεινῷ καὶ μηδαμινῷ; μηδαμῶς, κύριέ μου, τοῦτο ποιήσῃς. Ὁ δὲ ἐν ἁγίοις συναρπαγεὶς εἶπεν· Καὶ τίς ἐστιν οὗτος ὃν ἔζευξά σοι; Ἣ δὲ ἀπεκρίνατο· Ἰησοῦς Χριστός, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ ἀληθινός μου νυμφίος, οὗ οὐκ ἀποζεύγνυμαι εἰς τὸν αἰῶνα. Ἀκούσας δὲ ὁ ἐν ἀγίοις καὶ κατανυγεὶς ἐδάκρυσεν, ὥστε ἐκ τῆς πολλῆς κατανύξεως περιλαβεῖν τὴν κόρην καὶ τὴν κεφαλὴν αὐτῆς καταφιλῆσαι· ὄντως γὰρ ἦν τελείως ἀπαθὴς καὶ ἀπὸ πολλῆς εὐσπλαγχνίας ἐγγὺς ἔχων τὸ δάκρυον. Καὶ ἡμεῖς δὲ οἱ περὶ αὐτὸν θεασάμενοι τὴν χάριν τοῦ ἁγίου πνεύματος τὴν δοθεῖσαν τῇ θεοφιλεῖ κόρῃ ἐδοξάσαμεν τὸν θεὸν τὸν δωρούμενον σοφίαν καὶ χάριν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Ἀπέλυσεν δὲ τὴν κόρην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 102 Συνέβη δὲ ἐν αὐταῖς ταῖς ἡμέραις τὴν γραῦν ἀναπαῆναι καὶ ἀπελθεῖν πρὸς κύριον. Τότε προσκαλεσάμενος τὴν κόρην, μετεπέμψατο τὴν θεοσεβῆ Μαναρίδα τὴν διάκονον, τὴν διερμηνευομένην καὶ αὐτὴν κατὰ τὴν ἑλληνίδα     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 28 γλῶσσαν Φωτεινήν· ταύτῃ παρέθετο τὴν Σαλαφθᾶν, δοὺς αὐτῇ τὸ κανονικὸν σχῆμα, καὶ παραθέμενος αὐτὰς τῷ θεῷ ἀπέλυσεν μετ' εἰρήνης. Τοιαύτην δὲ ἀνεδέξατο πολιτείαν οἵαν οὐκ ἄλλη κατ' ἐκεῖνον τὸν χρόνον ἔσχεν, καθ' ἡμέραν νηστεύουσα καὶ μετὰ τὴν νηστείαν μεταλαμβάνουσα ὀλίγου ἄρτου μετὰ ἁλὸς καὶ ὀσπρίου βρεκτοῦ ἢ λεπτολαχάνου καὶ ὕδατος μόνου· τοῦ γὰρ οἴνου παντελῶς οὐ μετελάμβανεν. Ἐν δὲ ταῖς ἑορταῖς μετελάμβανεν καὶ ἐλαίου καὶ ἐλαίας ἤσθιεν, οὐδὲν δὲ ἄλλο τῶν διὰ πυρὸς γινομένων ἐγεύετο· ἐν δὲ τῇ τεσσαρακοστῇ τῶν νηστειῶν τὰς πάσας ἡμέρας διὰ δύο ἤσθιεν βρεκτὰ ὄσπρια ἢ λεπτολάχανα ἄνευ ἄρτου· τὴν δὲ ἁγίαν πασχαλίαν πᾶσαν εἷλκεν τὴν ἑβδομάδα, μηδενὸς μεταλαμβάνουσα, εἰ μὴ τῇ ἁγίᾳ πέμπτῃ, μετὰ τὴν ἁγίαν κοινωνίαν, ὕδατος θερμοῦ. Καὶ τοσοῦτον κατέτηξεν αὐτῆς τὸ σῶμα ὡς νομίζειν τοὺς ὁρῶντας αὐτὴν σκιὰν θεωρεῖν. Ἐγένετο δὲ ὑπόδειγμα καὶ ἄλλαις πολλαῖς· ἐζήλωσαν γὰρ τὸν βίον καὶ τὴν πολιτείαν τῆς ἁγίας κόρης Σαλαφθᾶς, ἥτις ἕως τοῦ νῦν δοκεῖ ζῆν· νενέκρωται γὰρ τῷ κόσμῳ, τῷ δὲ Χριστῷ ζῇ καὶ σὺν αὐτῷ ἐστι διὰ παντός· ἧς τῶν ἁγίων εὐχῶν μέρος ἔχωμεν. Καὶ ταῦτα μὲν περὶ τῆς ὁσίας κόρης Σαλαφθᾶς εἰρήσθω. 103 Ὁ δὲ μακαριώτατος ἐπίσκοπος Πορφύριος, καταστήσας τόν τε ἐκκλησιαστικὸν κανόνα καὶ τὴν πᾶσαν ἀκολουθίαν, ἐπιζήσας ἄλλα ὀλίγα ἔτη μετὰ τὸ ἁγιάσαι τὴν μεγάλην ἐκκλησίαν, περιπεσὼν ἀρρωστίᾳ διετύπωσεν εὐσεβῆ διαθήκην, ληγατεύσας πολλούς· καὶ παραθέμενος πάντας τοὺς τοῦ φιλοχρίστου λαοῦ τῷ θεῷ, ἐν εἰρήνῃ ἐκοιμήθη μετὰ τῶν ἁγίων, μηνὶ ∆ύστρῳ δευτέρᾳ ἔτους κατὰ Γαζαίους ὀγδοηκοστοῦ τετρακοσιοστοῦ, ἐπισκοπήσας ἔτη ˉκˉδ καὶ μῆνας ˉιˉα καὶ ἡμέρας ˉη, τὸν καλὸν ἀγῶνα τετελεκὼς πρὸς τοὺς εἰδωλομανεῖς ἕως τῆς ἡμέρας τῆς κοιμήσεως αὐτοῦ. Καὶ νῦν ἔστιν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, πρεσβεύων μετὰ πάντων τῶν ἁγίων ὑπὲρ ἡμῶν, ὧν ταῖς εὐχαῖς ἐλεήσῃ ἡμᾶς ὁ πατὴρ καὶ θεὸς σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.     Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 29